10
Κεφ. γʹ.Περὶ δὲ τῶν ἄλλων πεμμάτων, ὅσα σκευάζουσιν
11
ἐξ ἀλεύρου πυρίνου, καιρὸς ἂν εἴη λέγειν. οἱ μὲν
12
οὖν ταγηνῖται παρὰ τοῖς Ἀττικοῖς ὀνομαζόμενοι, παρ’ ἡμῖν
13
δὲ τοῖς κατὰ τὴν Ἀσίαν Ἕλλασι τηγανῖται σκευάζονται δῶ
14
ἐλαίου μόνου. βάλλεται δὲ τὸ μὲν ἔλαιον μόνον εῖς τήγανον
15
ἐπικείμενον ἀκάπνῳ πυρὶ, καταχεῖται δὲ αὐτῷ θερμανῇ
16
θέντι τὸ τῶν πυρῶν ἄλευρον, ὕδατι δεδευμένον πολλῷ.
17
διὰ ταχέων οὖν ἑψόμενον αὐτῷ τῷ ἐλαίῳ συνίσταται καὶ 6.491
1
παχύνεται παραπλησίως ἁπαλῷ τυρῷ, τῷ κατὰ τοὺς ταλάρους
2
πηγνυμένῳ. τηνικαῦτα δὲ ἤδη καὶ στρέφουσιν αὐτὸ οἱ
3
σκευάζοντες, αὐτοῦ τὴν μὲν ἄνωθεν ἐπιφάνειαν ἐργαζόμενοι
4
κάτωθεν, ὡς ὁμιλεῖν τῷ τηγάνῳ, τὸ δ’ αὐτάρκως
5
ἐψημένον, ὅ κάτωθέν ἢν πρότερον, εἰς ὕψος ἀνάγοντες, ὡς
6
ἐπιπολῆς εἶναι, κἀπειδὰν ἤδη καὶ τὸ κάτω παγῇ, στρέφουσιν
7
αὖθις αὐτὸ δῶ που καὶ τρὶς, ἄχρι περ ἂν ὅλον
8
ὁμαλῶς αὐτοῖς ἑψῆσθαι δόξῃ. εὔδηλον οὖν, ὅτι παχύχυμόν
9
τε τοῦτ’ ἔστι καὶ σταλτικὸν γαστρός καὶ χυμῶν ὠμῶν
10
γεννητικόν. διὸ καί τινες αὐτῷ μιγνύουσι μέλιτος, εἰσὶ
11
δ’ οἷ καὶ τῶν θαλασσίων ἁλῶν. εἴη δ’ ἃν ἤδη τοῦτό γε
12
πλακοῦντός τι γένος, ἢ εἶδος, ἤ ὅπως ἂν ὀνομάζειν ἐθέλοις,
13
ὥσπερ καὶ ἄλλα τινά πλακούντων εἴδη συντιθέασιν
14
αὐτοσχεδίως οἷ τε καθ᾿ἀγρὸν ἄνθρωποι καὶ τῶν κατὰ
15
πόλιν οἱ πενέστατοι. τοιγαροῦν καὶ ὅσα διὰ κλιβάνου τῶν
16
ἀζύμων πεμμάτων ὀπτῶσιν, εἰῶ; ἀφελόντες ἐμβάλλουσιν
17
εὐθέως εἴς μέλι θερμὸν, ὡς δέξασθαι δι’ ὅλων ἑαυτῶν 6.492
1
αὐτὸ, καὶ ταῦτα πλακοῦντός τι γένος ἐστὶν, καὶ τὰ διὰ τῶν
2
ἰτρίων σκευαζόμενα μετὰ μέλιτος πάντα.