4
Κεφ. μαʹ.Περὶ τῶν ταριχευομένων, ἐν τῷ πρόσθεν
5
λόγῳ ἀναβληθέντων.Ἀνεβαλόμην ἐρεῖν ἐπὶ τῇ τελευτὴ τοῦ
6
λόγου περὶ τῶν ταριχευομένων καὶ τῶν μέσων ἐδεσμάτων.
7
ὅπως οὖν μηδὲ ταῦτα λείποι, καιρὸς ἤδη διελθεῖν ἑκατέρων
8
τὰς δυνάμεις. ἐπιτήδεια πρὸς ταριχείαν ἐστὶ σώματα ζώων,
9
ὅσα σκληράς τε ἅμα καὶ περιττωματικὰς ἔχει τὰς σάρκας. ὀνομάζω
10
δὲ περιττωματικὰς, ὡς κᾀν τῷ πρόσθεν λόγῳ, τὰς
11
ἐχούσας ἐν ἑαυταῖς ὑγρότητα παρεσπαρμένην φλεγματικωτέραν·
12
καὶ ὅσῳ μὲν ἥδε πλείων ᾖ καὶ παχυτέρα, τοσῷδε μᾶλλον
13
ἀμείνων ἡ σὰρξ γίνεται ταριχευομένη. τὰ δ’ ἤτοι πάνυ
14
μαλακὴν, ἢ πάνυ ξηρὰν καὶ ἀπέριττον ἔχοντα τὴν ἕξιν τοῦ
15
σώματος οὐκ ἐπιτήδεια ταριχεύεσθαι. δύναμις γάρ ἐστι τῶν
16
ἁλῶν, ὡς ἐν τῇ τῶν ἁπλῶν φαρμάκων πραγματείᾳ δέδεικται,
17
σύνθετος ἔκ τε τοῦ διαφορεῖν τὰς περιττὰς ὑγρότητας, οἷς
18
ἂν ὁμιλῇ σώμασι, καὶ λεπτύνειν αὐτὰ, καὶ συνάγειν εἰς ἑαυτὰ, 6.746
1
τοῦ τῶν νίτρων ἀφροῦ καὶ τοῦ τῶν χαύνων ἀφρονίτρων τὸ
2
μὲν λεπτύνειν καὶ διαφορεῖν ἐχόντων, τὸ δὲ συνάγειν ἢ
3
σφίγγειν οὐκ ἐχόντων. ὅσα τοίνυν ἐστὶ φύσει ξηρὰ σώματα,
4
διαπαττόμενα τοῖς ἁλσὶν ἄβρωτα γίνεται σκελετευόμενα
5
καί τις ἐπεχείρησας ταριχεῦσαι λαγωὸν, ὅμοιον εἰργάσατο
6
ταῖς σκελετευθείσαις γαλαῖς. αἱ δὲ τῶν ἀκμαζόντων τε καὶ
7
πιόνων ὑῶν σάρκες ἐπιτήδειοι ταριχεύεσθαι, τὴν ἀτοπίαν
8
ἑκατέραν ἐκπεφευγυῖαι, ξηρότητα μὲν τῶν γεγηρακότων, ὑγρότητα
9
δ’ ἄμετρον τῶν νέων χοίρων. ὥσπερ γὰρ τὰ
10
ξηρὰ σώματα βύρσαις ὅμοια γίνεται ταριχευθέντα, κατὰ
11
τὸν ἐναντίον τρόπον, ὅσα λίαν ὑγρὰ διαῤῥεῖ, κατατήκεται
12
τοῖς ἁλσὶν ὁμιλοῦντα. διὰ τοῦτ᾿ οὖν οὐδὲ τῶν ἰχθύων ὅσοι
13
μαλακόσαρκοί εἰσι καὶ ἀπέριττοι, καθάπερ οἱ πετραῖοι καλούμενοι
14
καὶ τῶν ὀνίσκων οἱ ἐκ καθαράς θαλάττης, εἰς ταριχείαν
15
εἰσὶν ἐπιτήδειοι. κορακῖνοι δὲ καὶ μύλοι καὶ πηλαμίδες,
16
ἔτι τε σάρδαι καὶ σαρδῆναι, καὶ τὰ σαξάτινα καλούμενα
17
καὶ ταρίχη πρὸς ταριχείαν εἰσὶν ἐπιτήδεια. καὶ τὰ κητώδη
18
δὲ τῶν θαλαττίων ζώων ταριχευόμενα βελτίω γίνονται,
19
περιττωματικὴν ἔχοντα καὶ ταῦτα τὴν σάρκα. μοχθηραὶ 6.747
1
δὲ τρίγλαι πρὸς ταριχείαν εἰσὶ διὰ τὸ ξηρὰν καὶ ἀπέριττον
2
ἔχειν τὴν σάρκα. πρόδηλον δ’ ἐκ τούτων, ὅσα μὲν σκληρὰ
3
καὶ νευρώδη καὶ οἱονεὶ δερματώδη τε καὶ βυρσώδη γίνεται,
4
ταριχευθέντα δύσπεπτα πάνυ εἶναι· τὰ δ’ ἐναντίως διατιθέμενα
5
λεπτομερῆ μὲν αὐτὰ γίνονται, λεπτύνει δ’ ἐσθιόμενα
6
τοὺς παχεῖς καὶ κολλώδεις χυμούς. ἄριστα δ’ ἐστὶ τῶν εἰς
7
ἐμὴν πεῖραν ἐλθόντων τά τε Σαρδικὰ, πρὸς τῶν ἔμπροσθεν
8
ἰατρῶν ὀνομαζόμενα ταρίχη, Σάρδας δ’ αὐτὰς οἱ νῦν καλοῦσιν,
9
οἵ τε ἐκ τοῦ Πόντου κομιζόμενοι μύλοι. δευτέραν δ’ ἐπ’ αὐτοῖς
10
ἔχουσι τάξιν οἵ τε κορακῖνοι καὶ αἱ πηλαμίδες καὶ τὰ
11
σαξάτινα καλούμενα.