1
Κεφ. κηʹ.Περὶ τῶν πετραίων ἰχθύων.Σκάρους,
2
κοττύφους, κίχλας, ἰουλίδας, φυκίδας, πέρκας πετραίους ὀνομάζουσιν
3
ἰχθύας ἀπὸ τῶν χωρίων, ἐν οἷς εὑρίσκονται διατρίβοντες·
4
οὐ γαρ ἐν τοῖς λείοις, ἢ ψαμμώδεσιν, ἢ γεώδεσιν αἰγιαλοῖς, ἀλλ’
5
ἔνθα πέτραι τινές εἰσι καὶ ἀκταὶ, φωλεύουσί τε καὶ τεκνοῦσιν.
6
ἄριστος δ’ ἐν αὐτοῖς ἡδονῆς ἕνεκεν ὁ σκάρος εἶναι
7
πεπίστευται, μετ’ αὐτὸν δὲ κόττυφοί τε καὶ κίχλαι, καὶ μετὰ
8
τούτους ἰουλίδες τε καὶ φυκίδες καὶ πέρκαι. τροφὴ δ’ ἐξ
9
αὐτῶν οὐ μόνον εὔπεπτος, ἀλλὰ καὶ ὑγιεινοτάτη τοῖς τῶν
10
ἀνθρώπων σώμασίν ἐστιν, αἷμα γεννώντων μέσον τῇ συστάσει.
11
καλῶ δὲ μέσον, ὃ μήτε πάνυ λεπτόν ἐστι καὶ ὑδατῶδες,
12
ἀλλὰ μήθ’ ἱκανῶς παχύ. πλάτος δ’ ἀξιόλογον ἔχοντος
13
τοῦ μέσου, περὶ τῶν ἐν αὐτῷ διαφορῶν ἐπὶ προήκοντι τῷ
14
λόγῳ λεχθήσεται.