12
Κεφ. νηʹ.Περὶ ἀσπαράγων.Εἴτε διὰ τοῦ φ λέγειν
13
ἐθέλοις, εἴτε διὰ τοῦ π τὴν δευτέραν συλλαβὴν τῶν
14
ἀσπαράγων, καθάπερ ἅπαντες, οὐ νῦν πρόκειται σκοπεῖν, οὐδὲ
15
γὰρ τοῖς Ἀττικίζειν τῇ φωνῇ σπουδάζουσιν, ἀλλὰ τοῖς
16
ὑγιαίνειν ἐθέλουσι γράφεται ταῦτα, κᾂν, τοῦτο δὴ τὸ τοῦ Πλάτωνος,
17
μήτε γράμματα, μήτε νοῦν ἐπίστανται. καλούντων
18
οὖν τῶν Ἑλλήνων σχεδὸν ἁπάντων τοὺς ἁπαλοὺς καυλοὺς, 6.642
1
ὅταν αὐξάνωνται πρὸς τὴν τοῦ καρποῦ τε καὶ σπέρματος ἐκβολὴν,
2
ἀσπαράγους διὰ τοῦ π, τὴν δύναμιν αὐτῶν ἐροῦμεν,
3
ἐπιτρέψοντες ὅπως ἂν ὀνομάζειν ἐθέλωσιν οἱ χρώμενοι. πολλὰ
4
μὲν οὖν τῶν λαχάνων τε καὶ ὅλως τῶν φυτῶν γεννᾷν πέφυκεν
5
ἐκβλαστήματα τοιαῦτα, πάντα δὲ οὐκ ἐσθίουσιν αὐτά. καὶ
6
διὰ τοῦτο περὶ τῶν συνηθεστέρων ὁ λόγος ἡμῖν ἔσται, καθάπερ
7
ἐπὶ τῶν ἔμπροσθεν ἐποιήσαμεν. ὁ μὲν οὖν τῆς κράμβης, ὃ
8
καὶ κῦμα καλοῦσιν ἔνιοι, κατὰ συναίρεσιν, ἐμοὶ δοκεῖν, τοῦ
9
διὰ τριῶν συλλαβῶν ὀνόματος λεγομένου τοῦ κυήματος, τῆς
10
κράμβης αὐτῆς ἧττον ξηραίνει καίτοι τῶν ἄλλων λαχάνων ξηρότερος
11
τὴν κρᾶσιν ὁ καυλὸς τῶν φύλλων ἐστὶν ὡς ἐπὶ τὸ
12
πολὺ, καὶ μάλισθ’ ὅταν ἐγγὺς ἥκῃ τοῦ τὸν καρπὸν ἀποχεῖν.
13
λέγω δὲ ἄλλα λάχανα τοιαῦτα εἶναι, θριδακίνην, ἀτράφαξυν,
14
βλίτον, τεῦτλον, μαλάχην. ἔμπαλιν τὸν ῥαφανῖδος τε καὶ
15
ἀσπαράγου καὶ γογγυλίδος καὶ νάπυος καὶ καρδάμου καὶ πυρέθρου
16
καὶ πάντων σχεδὸν, ὅσα δριμέα καὶ θερμὰ, ὑγρότερον
17
εἶναι συμβέβηκε. ποιεῖ δὲ καὶ βολβὸς καὶ σέλινον καὶ
18
σίον, εὔζωμόν τε καὶ ὤκιμον, ὀξυλάπαθόν τε καὶ λάπαθον, 6.643
1
ἅπασαί τε λαχανώδεις πόαι τοιοῦτόν τινα, πρὶν ἐκκαρπεῖν
2
καυλόν· ἐκκαρπησάντων δὲ, ξηραίνεταί τε καὶ ἄχρηστος εἰς
3
ἐδωδὴν ἀνθρώπων γίνεται. πάντα δὲ τὰ τοιαῦτα δι’
4
ὕδατος ἑψηθέντα μετ’ ἐλαίου καὶ γάρου προσφέρονται, βραχέος
5
ὄξους ἐπεμβάλλοντες· ἡδύτερα γὰρ οὕτως καὶ εὐστομαχώτερα
6
γίνονται, τροφὴν μέντοι τῷ σώματι δίδωσιν ὀλίγην
7
τε καὶ οὐκ εὔχυμον.