Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De alimentorum facultatibus (De alim. fac.)
urn:cts:greekLit:tlg0057.tlg037
Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων
Facultés des aliments
The Capacities of Foodstuffs (Alim. Fac.)
editio(nes) critica(e): Helmreich, 1923; Wilkins, 2013 (grc;fra)
translatio Latina: De alimentorum facultatibus libri III, 1823, vol. 6, pp. 453-748. urn:cts:greekLit:tlg0057.tlg037.verbatim-lat1
translationes recentiores Wilkins, 2013 (grc;fra); Ferreira, 2020 (por); Wilkins, 2013 (grc;fra); Zaragoza, 2015 (grc;spa); Powell, 2003 (eng); Grant, 2000 (eng); Beintker, 1948 (deu;grc); Beintker, 1952 (deu;grc)


6 Κεφ. ληʹ.Περὶ τῶν ἐν τοῖς ἀγρίοις φυτοῖς καρπῶν,
7 ἐν οἷς εἰσι καὶ αἱ ἀπὸ τῶν δρυῶν βάλανοι.
Ἄγρια καλεῖν εἰώθασιν
8 πάντες ἄνθρωποι φυτὰ τὰ κατὰ τὴν χώραν φυόμενα,
9 χωρὶς ἐπιμελείας γεωρ γικῆς ἀμέλει, καὶ ἀμπέλους ἀγρίας
10 ὀνομάζουσιν, ὧν οὐδεὶς ἀμπελουργὸς προνοεῖται περισκάπτων
11 περισκάλλων βλαστολογῶν τι τοιοῦτον διαπραττόμενος.
12 ἐκ τούτων τῶν φυτῶν ἐστι καὶ φηγὸς καὶ δρῦς καὶ
13 πρῖνος καὶ κρανία καὶ κόμαρος, ἕτερά τε δένδρα τοιαῦτα, καθάπερ
14 γε καὶ θάμνοι τινὲς, οἷον τε τῆς βάτου καὶ τῆς κυνοσβάτου,
15 καὶ τῆς ἀχέρδου τε καὶ ἀχράδος, τε τῶν ἀγριοκοκκυμήλων,
16 προῦμνα παρ’ ἡμῖν καλοῦσι, καὶ τοῦ τὰς
17 ἐπιμηλίδας φέροντος. καλεῖται δὲ κατὰ τὴν Ἰταλίαν οὐνέδων
18 καρπὸς τοῦ θάμνου τούτου, κακοστόμαχόν τε καὶ κεφαλαλγὴς 6.620
1 ὑπάρχων καὶ στρυφνὸς ἱκανῶς μετά τινος βραχείας γλυκύτητος.
2 τὰ μὲν οὖν κράνα καὶ τὰ βάτινα καὶ τὰς βαλάνους
3 καὶ τὰ μιμαίκυλα, (καλεῖται δὲ οὕτως τοῦ κομάρου καρπὸς,)
4 ἐσθίουσι συνήθως οἱ κατὰ τοὺς ἀγροὺς, τοὺς δὲ τῶν
5 ἄλλων δένδρων τε καὶ θάμνων οὐ πάνυ τι. λιμοῦ μὴν κατασχόντος
6 ποτὲ τὴν ἡμετέραν χώραν, εὐφορίας δὲ γενομένης
7 τῶν τε βαλάνων καὶ τῶν μεσπίλων, ἐν σειροῖς αὐτὰ οἱ ἄγροικοι
8 θησαυρίσαντες ἀντὶ τῶν σιτηρῶν ἐδεσμάτων ἔσχον ἔν τε
9 τῶ χειμῶνι παντὶ καὶ τοῖς πρώτοις τοῦ ἦρος, ἔμπροσθεν δὲ
10 βορὰ συῶν ἦσαν αἱ τοιαῦται βάλανοι, ἀλλὰ τότε ἀποτρεπόμενοι
11 τοῦ διαθρέψαι τούτους ἐν τῷ χειμῶνι, καθάπερ ἔμπροσθεν
12 εἰώθεσαν, ἐν ἀρχῇ μὲν τούτους σφάξαντες, ἐχρήσαντο τούτοις
13 εἰς ἐδωδὴν, ὕστερον δὲ τοὺς σειροὺς ἀνοίξαντες, ἤσθιον
14 τὰς βαλάνους, παρασκευάζοντες ἐπιτηδείους εἰς βρῶσιν ἄλλοτε
15 ἄλλως. ἐν ὕδατι γὰρ ἧψον ἐνίοτε, καὶ κατὰ τὴν θερμὴν
16 σποδιὰν ἐγκρύβοντες ὤπτουν συμμέτρως. αὖθις δ’ ἄν ποτε
17 καταπλάσαντες, ἔτνος ἐξ αὐτῶν ἐποίουν, ἐνίοτε μὲν ὕδατι μόνῳ
18 δεύοντες, ἐπεμβάλλοντες δέ τι τῶν ἡδυσμάτων, ἐνίοτε δὲ 6.621
1 καὶ μέλιτος ἐπιχέοντες, μετὰ γάλακτος ἕψοντες. δ’ ἀπ’ αὐτῶν
2 τροφὴ δαψιλής ἐστιν οὐδὲν ὁμοίως τοῖς εἰρημένοις ἄχρι
3 δεῦρο τοῦ λόγου κατὰ τόδε τὸ γράμμα. πολλοῖς γὰρ τῶν σιτηρῶν
4 ἐδεσμάτων ὁμοίως τρέφουσιν αἱ βάλανοι, καὶ τό γε παλαιὸν,
5 ὥς φασιν, ἀπὸ τούτων μόνον διέζων οἱ ἄνθρωποι,
6 Ἀρκάδες δὲ καὶ μέχρι πολλοῦ χρόνου, τῶν ἄλλων ἁπάντων
7 Ἑλλήνων τοῖς Δημητρίοις καρποῖς χρωμένων. ἔστι δὲ βραδύπορος
8 ἀπ’ αὐτῶν τροφὴ καὶ παχύχυμος, οἷς ἀκόλουθόν
9 ἐστι καὶ δύσπεπτον ὑπάρχειν αὐτήν. εἰς ἅπαντα δὲ χείρων
10 ἐστὶν μιμαίκυλος τῆς ἀπὸ τῶν δρυῶν βαλάνου, καθάπερ αὕτη
11 τῆς τῶν καστανῶν ὀνομαζομένων· ἄρισται γὰρ ἐκεῖναι τῶν
12 βαλάνων εἰσὶν, ἔνιοι δὲ λοπίμους αὐτὰς ὀνομάζουσιν. οὗτοι
13 καὶ μόνοι  τῶν ἀγρίων καρπῶν ἀξιόλογον τροφὴν διδόασι
14 τῷ σώματι. κράνια γὰρ καὶ πρίνα καὶ βάτινα καὶ κυνόσβατα
15 καὶ βράβυλα καὶ μιμαίκυλα καὶ ζίζυφα καὶ διόσπυρα
16 καὶ ἁλικάκαβα, καὶ τῆς τερεμίνθου καὶ τῆς ἀχέρδου
17 καρπὸς, ὅσα τ’ ἄλλα τοιαῦτα, βραχὺ μέν τι τρόφιμον ἔχει, 6.622
1 κακόχυμα δὲ πάντ’ ἐστὶ καί τινά γ’ αὐτῶν καὶ κακοστόμαχα
2 καὶ ἀηδῆ, συῶν ὄντα βρώματα, καὶ τούτων οὐχ ἡμέρων, ἀλλ’
3 ἐν τοῖς ὄρεσι διαιτωμένων· ἀπ’ αὐτῶν οὖν ἐκεῖνοι πλείστην
4 ἔχουσι τροφήν.