Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De alimentorum facultatibus (De alim. fac.)
urn:cts:greekLit:tlg0057.tlg037
Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων
Facultés des aliments
The Capacities of Foodstuffs (Alim. Fac.)
editio(nes) critica(e): Helmreich, 1923; Wilkins, 2013 (grc;fra)
translatio Latina: De alimentorum facultatibus libri III, 1823, vol. 6, pp. 453-748. urn:cts:greekLit:tlg0057.tlg037.verbatim-lat1
translationes recentiores Wilkins, 2013 (grc;fra); Ferreira, 2020 (por); Wilkins, 2013 (grc;fra); Zaragoza, 2015 (grc;spa); Powell, 2003 (eng); Grant, 2000 (eng); Beintker, 1948 (deu;grc); Beintker, 1952 (deu;grc)


12 Κεφ. ιεʹ.Περὶ γάλακτος.Καὶ τοῦτο τῆς ἀπὸ
13 τῶν ζώων ἐστὶ τροφῆς ἕν τι, διαφέρον μὲν καὶ κατὰ τὰς ὥρας
14 τοῦ ἔτους οὐ σμικρὰν διαφορὰν,  ἔτι δὲ μείζονα τὴν
15 κατ᾿ αὐτὰ τὰ ζῶα. τὸ μὲν γὰρ τῶν βοῶν παχύτατόν ἐστι
16 καὶ λιπαρώτατον, ὑγρότατον δὲ καὶ ἥκιστα λιπαρώτατον τὸ
17 τῆς καμήλου, καὶ μετὰ ταῦθ’ ἵππου, μετὰ δὲ ταῦτ’ ὄνου· 6.682
1 σύμμετρον δὲ τῇ συστάσει τὸ τῆς αἰγός ἐστι γάλα· τὸ δὲ
2 τοῦ προβάτου παχύτερον τούτου. κατὰ δὲ τὰς ὥρας τοῦ
3 ἔτους ὑγρότατόν μέν ἐστι τὸ μετὰ τὴν ἀποκύησιν, ἀεὶ δὲ
4 μᾶλλον ἐν τῷ προϊέναι παχύνεται. καὶ κατὰ μέσον τὸ θέρος
5 ἐν τῷ μέσῳ καὶ αὐτὸ τῆς αὑτοῦ φύσεως καθίσταται.
6 μετὰ δὲ τὸν καιρὸν τοῦτον ἤδη παχύνεται κατὰ βραχὺ, μέχρις
7 ἂν παύσηται τελέως. ἔστι δ’, ὥσπερ ὑγρότατον ἦρος, οὕτω
8 καὶ πλεῖστον. ὅτι δ’, ὡς προείρηται, καὶ κατὰ τὰ τῶν ζώων
9 εἴδη τὸ γάλα διαφέρει, θεασαμένῳ μὲν αὐτίκα φαίνεται, σαφέστερον
10 δὲ γίνεται κᾀκ τοῦ σκευαζομένου καθ’ ἕκαστον αὐτοῦ
11 τυροῦ. πλεῖστον μὲν γὰρ ὀῤῥὸν ἴσχει τὸ ὑγρότατον γάλα,
12 πλεῖστον δὲ τυρὸν τὸ παχύτατον. ὑπάγει τοίνυν εἰκότως
13 τὴν γαστέρα τὸ μὲν ὑγρότερον μᾶλλον, ἧττον δὲ τὸ
14 παχύτερον. ἔμπαλιν δὲ τὸ παχύτερον μὲν τρέφει μᾶλλον,
15 τὸ λεπτότερον δὲ ἧττον. εἰ δὲ προαφεψήσας τις τὸ γάλα
16 τὸν ὀῤῥὸν ἐκδαπανήσειεν, οὐδ’ ὅλως ὑπάγει. κοχλάκων δὲ
17 διαπύρων ἐμβληθέντων τοσούτων, ὡς ἐκδαπανῆσαι τὸν ὀῤῥὸν
18 ἅπαντα, πρὸς τῷ μηκέθ’ ὑπάγειν τὴν γαστέρα τὸ οὕτως 6.683
1 σκευασθὲν ἔτι καὶ τοὐναντίον ἐργάζεται· καὶ δίδομεν αὐτὸ
2 τοῖς ὑπὸ τῶν δριμέων περιττωμάτων δακνομένοις κατὰ τὴν
3 γαστέρα. τῶν κοχλάκων δὲ οὐχ ἧττον, ἀλλὰ μᾶλλον, ἐμβαλλόμενοι
4 κυκλίσκοι σιδήρου διάπυροι ταὐτὸν ἐργάζονται.
5 τυροῦταί γε μὴν ἐν τῇ γαστρὶ ῥᾳδίως τὸ οὕτως σκευασθὲν
6 γάλα. διὸ καὶ μίγνυμεν αὐτῷ μέλιτός τε καὶ ἁλῶν, ἀσφαλέστερον
7 δὲ καὶ ὕδατος ἐπιχέειν, ὥσπερ καὶ ποιοῦσι τῶν ἰατρῶν
8 οὐκ ὀλίγοι. καὶ μὴ θαυμάσῃς, εἰ τὸν ὀῤῥὸν ἐκδαπανήσαντες
9 αὖθις ὕδατος ἐπιχέουσιν. οὐ γὰρ τὴν ὑγρότητα τοῦ
10 ὀῤῥοῦ φεύγουσιν, ἀλλὰ τὴν δριμύτητα, καθ’ ἣν ὑπάγει τὴν
11 γαστέρα τὸ σύμπαν γάλα, μικτὸν ἐξ ἐναντίων οὐσιῶν ὑπάρχον,
12 ὀῤῥοῦ τε καὶ τυροῦ. μετέχει δὲ πρὸς τοῖσδε καὶ τρίτου
13 τοῦ λιπαροῦ χυμοῦ, πλείστου μὲν, ὡς εἴρηται, τὸ τῶν βοῶν
14 γάλα. διὸ καὶ σκευάζουσιν ἐξ αὐτοῦ τὸ καλούμενον βούτυρον,
15 καὶ γευσάμενος καὶ θεασάμενος μόνον ἐναργῶς γνώσῃ, πόσον
16 αὐτῷ λιπαρότητος μέτεστιν. εἰ δὲ καὶ χρίσας τι μέρος
17 τοῦ σώματος ἀνατρίψαις αὐτὸ, λιπαινόμενον ὡς ἐξ ἐλαίου
18 θεάσῃ τὸ δέρμα. κᾂν εἰ νεκροῦ δὲ ζώου δέρμα ξηρὸν ἀλείψαις 6.684
1 αὐτῷ, τὴν αὐτὴν ἐνέργειαν ὄψει. καὶ μέντοι καὶ ἄνθρωποι
2 κατὰ πολλὰ τῶν ψυχρῶν χωρίων, ἐν οἷς ἀποροῦσιν
3 ἐλαίου, χρῶνται λουόμενοι τῷ βουτύρῳ.  φαίνεται δὲ
4 κᾂν ἐπ’ ἀνθράκων διαπύρων ἐκχέῃς αὐτὸ, φλόγα ποιοῦν,
5 ὥσπερ πιμελή. καὶ μέντοι καὶ χρώμεθα αὐτῷ πολλάκις εἰς
6 ὅσα καὶ τῷ στέατι, καταπλάσμασί τε καὶ ἄλλοις φαρμάκοις
7 μιγνύντες. τὸ μὲν οὖν βόειον, ὡς ἔφην, γάλα λιπαρώτατόν
8 ἐστι· τὸ δὲ τῶν προβάτων τε καὶ τῶν αἰγῶν ἔχει μέν
9 τι καὶ αὐτὸ λίπους, ἀλλ’ ἧττον πολὺ, τὸ δὲ τῶν ὄνων
10 ἥκιστα μετέχει τοιούτου χυμοῦ. διὸ καὶ σπανίως ἐτυρώθη
11 τινὶ κατὰ τὴν γαστέρα πινόμενον αὐτίκα θερμὸν ἅμα τῷ
12 τῶν τιτθῶν ἐκπεσεῖν. εἰ δ’ ἁλῶν λάβοι καὶ μέλιτος, ἀδύνατον
13 παγῆναί τε αὐτὸ καὶ τυρωθῆναι κατὰ τὴν γαστέρα. διὰ
14 δὲ τὴν αὐτὴν αἰτίαν κάτω διαχώρησις αὐτῷ γίνεται πλείων,
15 ὡς ἂν καὶ τὸν ὀῤῥὸν ἔχοντος πολὺν, ὑφ’ οὗ τὸ σύμπαν γάλα
16 τὴν ὑπακτικὴν λαμβάνει δύναμιν, ὅσον ἐπὶ τῷ τυρώδει
17 τὴν σταλτικὴν ἔχον. ὁπόσον δ’ ἀπολείπεται τῆς ἄλλης τοῦ
18 γάλακτος φύσεως εἰς εὐχυμίαν ὀῤῥὸς, τοσοῦτον πλεονεκτεῖ
19 τῶν ἄλλων ἁπάντων, ὅσα λαπάττει τὴν γαστέρα. διό μοι 6.685
1 δοκοῦσι καὶ οἱ παλαιοὶ πλείστῳ χρῆσθαι τούτῳ τῷ πόματι
2 πρὸς ὑπαγωγὴν γαστρός. ἐμβαλεῖν δ’ αὐτῷ χρὴ μέλιτος ἀρίστου
3 τοσοῦτον, ὅσον ἡδῦναι χωρὶς ἀνατροπῆς στομάχου· κατὰ
4 δὲ τὸν αὐτὸν λόγον καὶ τῶν ἁλῶν ἄχρι τοῦ μὴ λυπῆσαι τὴν
5 γεῦσιν. εἴ γε μὴν ὑπάγειν αὐτὸ μᾶλλον ἐθέλοις, ὡς πλεῖστον
6 ἔμβαλε τῶν ἁλῶν. ταῦτα μὲν οὖν ἐπὶ πλέον κατὰ τὴν
7 ἐνεστῶσαν εἴρηται πραγματείαν. ὅσα γὰρ ὡς τροφῇ τῷ γάλακτι
8 συμβέβηκεν ἔχειν ἀγαθὰ, ταῦτα προὔκειτο διέρχεσθαι·
9 μεμιγμένου δ’ αὐτοῖς τοῦ κατὰ τὴν ὑπαγωγὴν τῆς γαστρὸς
10 ἐκ τῆς κοινωνίας τῆσδε τὴν ἐκτροπὴν λόγος ἔσχε. πάλιν
11 οὖν αὐτὸν ἐπαναγάγωμννἐπαναγάγωμενἐπὶ τὸ προκείμενον, εἴπωμέν τε τὰ
12 μήπω λελεγμένα περὶ τῆς ἐν τῷ γάλακτι δυνάμεως, ἐν τοῖς
13 μάλιστα καὶ τοῦτ᾿ ἔστιν, εὐχυμότατον εἶναι τὸ ἄριστον γάλα
14 σχεδὸν ἁπάντων, ὅσα προσφερόμεθα. μὴ παρακούσῃς δὲ
15 τοῦ προκειμένου κατὰ τὸν λόγον. οὐ γὰρ ἁπλῶς εἶπον, εὐχυμότατον
16 εἶναι γάλα πᾶν, ἀλλὰ προσέτι τὸ ἄριστον. ὡς
17 τό γε κακόχυμον γάλα τοσοῦτον οὐ συντελεῖ εἰς εὐχυμίαν, 6.686
1 ὥστε καὶ τοὺς χρωμένους αὐτῷ κακοχύμους ἐργάζεται. καὶ
2 φανερὸν, ὥς γε παιδίον, ἀποθανούσης τῆς προτέρας τιτθῆς,
3 ἑτέρας κακοχύμου παρασχούσης αὐτῷ γάλα, πολλῶν ἑλκῶν ἐνεπλήσθη
4 τὸ σύμπαν σῶμα· ἐδεδιῄτητο δ’ ἐπὶ λαχάνοις ἀγρίοις
5 δευτέρα τιτθὴ κατ᾿ ἀγρὸν, ἦρος ὥρᾳ, λιμοῦ κατασχόντος.
6 αὐτή τε οὖν ἐπληρώθη τοιούτων ἑλκῶν, ἕτεροί τέ τινες τῶν
7 κατὰ τὴν αὐτὴν χώραν, ὁμοίως διαιτηθέντες. εἴδομεν δὲ τοῦτο
8 κᾀπὶ πολλῶν ἄλλων γυναικῶν παιδία τρεφουσῶν κατὰ
9 τὸν αὐτὸν ἐκεῖνον χρόνον. ἀλλὰ κᾂν αἰγὸς τινος ἄλλου
10 ζώου νεμηθέντος σκαμμωνίαν τιθύμαλλον ἐν τροφῆς μέρει
11 προσενέγκηταί τις γάλα, ῥυήσεται πάντως γαστὴρ αὐτῷ.
12 καθάπερ οὖν ἐπὶ τῶν ἄλλων ἁπάντων, οὕτω κᾀπὶ τοῦ γάλακτος
13 ἀκούειν σε χρὴ, τῶν δυνάμεων οὐχ ἁπλῶς λεγομένων
14 ἐπὶ τοῦ τυχόντος, ἀλλ’ ἐπὶ τοῦ καλλίστου μόνον· τὸ δὲ ἀπολειπόμενον
15 ἐν ἑκάστῳ γένει τοῦ πρωτεύοντος ἀπολείπεται
16 τοσοῦτον καὶ τῆς εἰς ἡμᾶς ὠφελείας. τὸ μὲν οὖν ὀῤῥοῦ πλεῖστον
17 ἔχον ἀκινδυνότατόν ἐστιν, εἰ καὶ διαπαντὸς αὐτῷ τις
18 χρῷτο· τὸ δ’ ὀλίγον μὲν ἔχον ὑγρότητος τοιαύτης, οὐκ ὀλίγον 6.687
1 δὲ παχύτητος τυρώδους, οὐκ ἀσφαλές ἐστιν ἅπασι τοῖς
2 ἐν αὐτῷ πλεονάζουσι. βλάψει μὲν γὰρ νεφροὺς, ὅσοι γ’ ἐπιτηδείως
3 ἔχουσιν εἰς λίθων γένεσιν, ἐμφράξεις δὲ καθ’ ἧπαρ
4 ἐργάσεται τοῖς ἑτοίμως παθεῖν δυναμένοις τοῦτο.  τοιοῦτοι
5 δ᾿ εἰσὶν, οἷς στενὰ τὰ πέρατα τῶν μεταλαμβανομένων
6 ἀγγείων τὴν ἐκ τῶν σιμῶν τοῦ σπλάγχνου τροφὴν εἰς τὰ
7 κυρτά. τοῖς δὲ κατὰ θώρακα καὶ πνεύμονα χωρίοις ἀγαθὸν
8 ἅπαν ἐστὶ γάλα, κεφαλῇ δ’ οὐκ ἐπιτήδειον, εἰ μή τις ἰσχυρὰν
9 ἔχει πάνυ, καθάπερ οὐδ’ ὑποχονδρίοις, ὅσα ῥᾳδίως ἐμφυσᾶται.
10 πνευματοῦται γὰρ ἐν τῇ γαστρὶ παμπόλλοις, ὡς ὀλιγίστους
11 εἶναι τοὺς μὴ πάσχοντας τοῦτο. μετὰ δέ τινος τῶν
12 παχὺν ἐχόντων χυμὸν ἐδεσμάτων ἐπιπλέον ἑψηθὲν ἀποτίθεται
13 μὲν τὸ φυσῶδες, ἐμφρακτικώτερον δὲ ἥπατος γίνεται,
14 καὶ τῶν ἐν νεφροῖς λίθων γεννητικώτερον. ἐδέσματα δ’ εἶναι
15 τοιαῦτα κατὰ τὸν πρῶτον εἴρηται λόγον ἄμυλός τε καὶ
16 σεμίδαλις καὶ χόνδρος καὶ τράγος καὶ ὄρυζα, λάγανά τε καὶ
17 ῥυήματα καὶ  ἄρτοι μήτε καλῶς ὠπτημένοι, μήτε προπαρεσκευασμένοι
18 διὰ τρίψεως πολλῆς ἅμα δαψιλέσιν ἁλσὶ, 6.688
1 μήτε ζύμης ἔχοντες σύμμετρον. ὥσπερ δὲ ἐπὶ τούτων, οὕτως
2 κᾀπὶ τῶν ἄλλων, ὅσα μιγνύντες γάλακτι προσφέρονταί τινες,
3 τῶν μιγνυμένων δυνάμις ἤτοι γ’ αὐξήσει τινὰ τῶν τοῦ γάλακτος
4 δυνάμεων, μειώσει. νῦν δὲ ἡμεῖς αὐτοῦ τὴν δύναμιν
5 ἀφοριζόμενοι λέγομεν εὔχυμόν τε καὶ τρόφιμον εἶναι,
6 συγκείμενον ἐξ ἐναντίων οὐσιῶν τε καὶ δυνάμεων, ὑπακτικῆς
7 τε καὶ σταλτικῆς, ἐμφρακτικῆς τε καὶ λεπτυντικῆς. τὸ μὲν
8 γὰρ ὀῤῥῶδες αὐτοῦ λεπτύνει τὸ πάχος τῶν χυμῶν, ὑπάγει
9 τε γαστέρα, τὸ δὲ τυρῶδες ἐπέχει τὴν γαστέρα, καὶ παχεῖς
10 ἐργάζεται τοὺς χυμοὺς, δι᾿ οὕς, ὡς ἔφην, ἐμφράξεις τε καθ’
11 ἧπαρ, ἐν νεφροῖς τε λίθοι γεννῶνται. βλάπτει δ’ συνεχὴς
12 χρῆσις αὐτοῦ καὶ τοὺς ὀδόντας ἅμα ταῖς περικειμέναις σαρξὶν,
13 ἃς ὀνομάζουσιν οὖλα· ταύτας μὲν γὰρ πλαδαρὰς, τοὺς δὲ
14 ὀδόντας εὐσήπτους τε καὶ ῥᾳδίως διαβιβρωσκομένους ἐργάζεται.
15 χρὴ τοίνυν ἐπὶ τῇ προσφορᾷ τοῦ γάλακτος οἴνῳ κεκραμένῳ
16 διακλύζεσθαι· βέλτιον δὲ, εἰ καὶ μέλιτος ἐπεμβάλοις
17 αὐτῷ. πᾶν γὰρ οὕτως ἀποῤῥύπτεται τὸ περιπεπλασμένον
18 τοῖς ὀδοῦσι καὶ τοῖς οὔλοις ἐκ τοῦ γάλακτος τυρῶδες. εἰ δὲ 6.689
1 καὶ χωρὶς τοῦ προσεμβάλλειν ὕδατος τῷ οἴνῳ μὴ βλάπτοιτό
2 τις τὴν κεφαλὴν διακλυζόμενος αὐτῷ, βελτίων τοιαύτη
3 χρῆσις ὡς πρός τοὺς ὀδόντας τε καὶ τὰ οὖλα. τό γε μὴν μέλι
4 καὶ τοῦτο μιγνύμενον ἄμεινον ἐργάζεται τὸ μικτόν ἐξ ἀμφοῖν.
5 ἀρίστη δὲ χρῆσις εἰς ἀσφάλειαν ὀδόντων, ὡς μηδὲν
6 ὑπὸ γάλακτος βλάπτεσθαι, μετὰ τὸ προσενέγκασθαι μελικράτῳ
7 μὲν πρότερον διακλύζεσθαι, δεύτερον δ’ οἴνῳ στύφοντι.
8