Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De alimentorum facultatibus (De alim. fac.)
urn:cts:greekLit:tlg0057.tlg037
Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων
Facultés des aliments
The Capacities of Foodstuffs (Alim. Fac.)
editio(nes) critica(e): Helmreich, 1923; Wilkins, 2013 (grc;fra)
translatio Latina: De alimentorum facultatibus libri III, 1823, vol. 6, pp. 453-748. urn:cts:greekLit:tlg0057.tlg037.verbatim-lat1
translationes recentiores Wilkins, 2013 (grc;fra); Ferreira, 2020 (por); Wilkins, 2013 (grc;fra); Zaragoza, 2015 (grc;spa); Powell, 2003 (eng); Grant, 2000 (eng); Beintker, 1948 (deu;grc); Beintker, 1952 (deu;grc)


15 Κεφ. κεʹ.Περὶ κεφάλου.Τοῦ γένους τῶν λεπιδωτῶν
16 ἰχθύων ἐστὶν κέφαλος, οὐκ ἐν θαλάττῃ μόνον, ἀλλὰ
17 καὶ ἐν λίμναις καὶ ἐν ποταμοῖς γεννώμενος. διὸ καὶ μεγάλην 6.709
1 ἔχουσιν οἱ κατὰ μέρος κέφαλοι πρὸς ἀλλήλους διαφορὰν, ὡς
2 δοκεῖν ἕτερον εἶναι γένος τοῦ πελαγίου κεφάλου πρὸς τὸν ἐν
3 λίμναις, ποταμοῖς, τέλμασιν, ὀχετοῖς τοῖς ἐκκαθαίρουσι
4 τοὺς ἐν ταῖς πόλεσι κοπρῶνας. περιττωματικὴ μὲν γὰρ
5 σάρξ ἐστι καὶ βλεννώδης ἱκανῶς τῶν ἐν ἰλυώδει καὶ ῥυπαρῷ
6 διαιτωμένων ὕδατι, καλλίστη δὲ τῶν ἐν καθαρᾷ θαλάττῃ,
7 καὶ μᾶλλον ὅταν ὑπ’ ἀνέμων καταιγίζηται. κατὰ γὰρ
8 τὴν σιωπηλὴν καὶ ἀκύμονα χείρων σὰρξ γίνεται τῶν ἰχθύων,
9 ὅσῳ καὶ ἀγυμναστοτέρα, ἐν δὲ ταῖς καλουμέναις λιμνοθαλάσσαις
10 ἔτι χείρων τῆσδε, καὶ ταύτης ἔτι μᾶλλον κατὰ
11 τὰς λίμνας· εἰ δὲ καὶ σμικραί τινες αὗται τύχοιεν οὖσαι, καὶ
12 μήτε ποταμοὺς μεγάλους δεχόμεναι, μήτε πηγὰς ἔχουσαι, μήτ’
13 ἀποῤῥοὴν δαψιλῆ, πολὺ δή τι χείρους· εἰ δὲ καὶ μηδὲν ὅλως
14 ἀποῤῥέοιτό τι τοῦ ὕδατος, ἀλλ’ εἴη στάσιμον ἱκανῶς, μοχθηραί.
15 περὶ δὲ τῶν ἐν ἕλεσι καὶ τέλμασι, καὶ ὅσα τοιαῦτα χωρία,
16 λέλεκται κατ’ ἀρχάς· ἐσχάτως γὰρ οἱ κατὰ τοιούτους
17 τόπους διαιτώμενοι μοχθηρὰν ἔχουσι τὴν σάρκα. τῶν δ’ ἐν
18 τοῖς ποταμοῖς γεννωμένων ἀμείνους, ὅσοι κατὰ τοὺς τοιούτους, 6.710
1 ἐν οἷς ὀξὺ καὶ πολὺ τὸ ῥεῦμα· κατὰ δὲ τοὺς λιμνάζοντας
2 οὐκ ἀγαθοί. καὶ παρὰ τὰς τροφὰς δὲ βελτίους γίνονται
3 καὶ χείρους. ἔνιοι μὲν γὰρ εὐποροῦσι καὶ πόας καὶ
4 ῥιζῶν χρηστῶν, καὶ διὰ τοῦτο κρείττους εἰσίν· ἔνιοι δὲ
5 ἰλυώδη τε πόαν ἐσθίουσι καὶ ῥίζας κακοχύμους· καί τινες
6 αὐτῶν, ὅσοι κατὰ ποταμοὺς διαιτῶνται μεγάλην διαῤῥέοντας
7 πόλιν, ἀποπατήματ’ ἀνθρώπων καὶ μοχθηρὰς τροφὰς
8 τοιαύτας προσφερόμενοι χείριστοι πάντων, ὡς ἔφην, εἰσίν,
9 ὥστε, κᾂν βραχὺ πλείονι χρόνῳ διαμένωσι νεκροὶ, σήποντα
10 τε παραχρῆμα καὶ μοχθηρότατον ὄζουσιν. ἀηδεῖς δὲ καὶ βρωθῆναι
11 πάντως οὗτοι καὶ πεφθῆναι, καὶ τὴν μὲν χρηστὴν τροφὴν
12 ὀλίγην ἔχουσιν, περίττωμα δ’ οὐκ ὀλίγον. οὐκ οὖν θαυμαστόν
13 ἐστιν, οὐδ’ εἰ κακοχυμίαν ἀθροίζουσιν ἐν τοῖς σώμασι
14 τῶν ὁσημέραι προσφερομένων αὐτοὺς.  ὄντων
15 δὲ χειρίστων τούτων, ἐξ ὑπεναντίου κάλλιστοι πάντων εἰσὶν,
16 ὡς ἔφην, οἱ ἐν τῇ καθαρωτάτῃ θαλάττῃ, καὶ μάλισθ’ ὅπου
17 μήτε γεώδεις αἰγιαλοὶ μήτε λεῖοι περιλαμβάνουσι τὸ ὕδωρ,
18 ἀλλ’ ἤτοι ψαμμώδεις, τραχεῖς· εἰ δὲ καὶ πρὸς τὰ βόρεια 6.711
1 τῶν πνευμάτων ἐστραμμένοι, πολὺ βελτίους. οὐ σμικρὸν
2 γὰρ εἰς εὐχυμίαν συντελούντων ἅπαντι ζώῳ τῶν οἰκείων γυμνασίων,
3 ἔτι καὶ τὸ καθαρὸν τοῦ καταμιγνυμένου τῷ ὕδατι
4 πνεύματος αὐξάνει τὴν ἀρετὴν τῆς οὐσίας αὐτῶν. πρόδηλον
5 δ’ ἐκ τῶν εἰρημένων, ἀμείνω καὶ κατὰ τοῦτο εἶναι θάλατταν
6 θαλάττης, καθὼς ἤτοι καθαρὰ τελέως ἐστὶν, δέχεται
7 ποταμοὺς μεγάλους καὶ πολλοὺς, ὥσπερ Πόντος.
8 οἱ γὰρ ἐν τῇ τοιαύτῃ, καθ’ ὅσον πλεονεκτοῦσι τῶν λιμναίων,
9 κατὰ τοσοῦτον ἀπολείπονται τῶν ἐν καθαρᾷ θαλάττῃ διαιτωμένων.
10 εἰσὶ δὲ καὶ λίμναι τινὲς τοιαῦται, καὶ καλοῦσιν
11 ἐνίας αὐτῶν λιμνοθαλάττας, ἔνθα ποταμὸς μέγας ἐργάζεται
12 λίμνην, συνάπτουσαν θαλάττῃ. καὶ χωρὶς δὲ τοῦ λιμνάζειν
13 τὸν ποταμὸν, ὅπου περ ἂν τῇ θαλάττῃ μιγνύηται πρῶτον,
14 ἐπίμικτόν τε τὸ ὕδωρ ἐστὶν ἐξ ἁλμυροῦ τε καὶ γλυκέος, τε
15 σὰρξ τῶν ἐν αὐτῷ διαιτωμένων ἰχθύων ἐν τῷ μεταξὺ τῶν τε
16 ποταμίων καὶ τῶν θαλαττίων ἰχθύων γίνεται. κοινὸς δ’
17 λόγος οὗτος ἔστω σοι καὶ τῶν ἄλλων, ὅσοι γε κατὰ ποταμοὺς
18 καὶ λίμνας καὶ θάλατταν ἰχθύες γίνονται. τὸ γὰρ πολὺ
19 πλῆθος αὐτῶν οὐκ ἐπαμφοτερίζει, τῶν μὲν θαλαττίων 6.712
1 φευγόντων τὸ ποτάμιον ὕδωρ, τῶν δὲ ποταμίων καὶ λιμναίων
2 τὸ θαλάττιον. ἀλλ’ γε κέφαλος ἁπάντων μάλιστα
3 τοῖς ὕδασιν ἀμφοτέροις χρᾶται καὶ φύσιν ἔχει πρὸς ἄναντες
4 τὸ ῥεῦμα τοῦ ποταμοῦ χωρεῖν, ἐπὶ πλεῖστον ἀφιστάμενος τῆς
5 θαλάττης. οὗτος μὲν κέφαλος τὰς πολλὰς καὶ μικρὰς
6 ἀκάνθας οὐκ ἔχει, καθάπερ οὐδ’ ἄλλος τις τῶν θαλαττίων·
7 δ᾿ ἐκ ποταμῶν λιμνῶν ἐπεμβαίνων θαλάττῃ παραπλησίως
8 τοῖς ὁμογενέσι μεστὸς τῶν τοιούτων ἀκανθῶν ἐστι.
9 σχεδὸν γὰρ ἅπασι τοῖς ἐν λίμναις καὶ ποταμοῖς γεννωμένοις
10 ἰχθύσιν σὰρξ λεπτῶν μεστὴ ἀκανθῶν εὑρίσκεται, τῶν θαλαττίων
11 οὐκ ἐχόντων αὐτάς. καθ’ ὃν γὰρ ἂν τόπον μεγάλου
12 ποταμοῦ στόμα συνάπτον θαλάττῃ, τινὲς μὲν ποταμίων
13 ἰχθύων ἐν τῇ θαλάττῃ, τινὲς δὲ τῶν θαλαττίων ἐν τῷ ποταμῷ
14 θηρεύονται, γνωριζόμενοι τῷ τὰς εἰρημένας ἀκάνθας
15 ἤτοι πολλὰς ἔχειν, οὐδ’ ὅλως. ὀλίγοι μὲν οὖν τῶν
16 ποταμίων ἐπεμβαίνουσιν τῇ θαλάττῃ, πάντες δὲ οἱ θαλάττιοι
17 χαίρουσιν τοῖς ποταμοῖς. εὐθὺς δὲ καὶ γεῦσις ἐσθίοντί
18 σοι γνωρίσει τὸν ἀμείνω  κέφαλον· δριμυτέρα γάρ ἐστιν 6.713
1 αὐτοῦ καὶ ἡδίων καὶ ἀλιπὴς σάρξ. οἱ δὲ λιπαροὶ καὶ κατὰ
2 τὴν γεῦσιν ἔκλυτοι χείρους μέν εἰσι καὶ εἰς αὐτὴν τὴν ἐδωδὴν,
3 χείρους δὲ καὶ πεφθῆναι καὶ κακοστόμαχοι καὶ κακόχυμοι·
4 διὸ καὶ σὺν ὀριγάνῳ σκευάζουσιν αὐτούς. ἔνιοι δὲ
5 τῶν παρ’ ἡμῖν ἀνθρώπων τοὺς ἐν τοῖς ποταμοῖς γεννωμένους
6 ἰχθύας λευκίσκους καλοῦσιν, ἕτερον εἶναι νομίζοντες αὐτοὺς
7 εἶδος τῶν κεφάλων. ἔστι δὲ τἄλλα μὲν ὅμοιον πάντῃ τὸ
8 ζῶον τῷ ζώῳ, λευκότερον δὲ βραχεῖ καὶ τὴν κεφαλὴν ἔχον
9 μικροτέραν, καὶ τὴν γεῦσιν ὀξυτέραν· δὲ δύναμις τῆς ἀπ’
10 αὐτοῦ τροφῆς, οἵαν ἔμπροσθεν εἶπον εἶναι τῶν ποταμίων κεφάλων·
11 ὥσθ’ ὑπὲρ ὀνόματος, οὐ πράγματος ἀμφισβήτησις.
12 δὲ τούτου χρησιμώτερόν ἐστιν ἐπίστασθαι, καὶ δὴ φράσω.
13 τῶν ταριχευομένων ἐστὶν οὗτος ἰχθῦς, καὶ γίνεται πολὺ κρείττων
14 ἑαυτοῦ σκευασθεὶς οὕτως λιμναῖος· ἀποτίθενται γὰρ
15 ἅπαν τὸ βλεννῶδές τε καὶ βρωμῶδες ἐν τῇ γεύσει. καλλίων
16 δὲ τοῦ πλείονι τῷ·χρόνῳ ταριχευθέντος νεαλής. ἀλλὰ περ
17 γε τῶν ταριχευομένων ἰχθύων ὀλίγον ὕστερον εἰρήσεται κοινῇ,
18 καθάπερ γε καὶ περὶ τῶν ἑωλιζομένων ἐν χειμῶνι.

6.714