17
Κεφ. ιζʹ. Ὁ δ’ αὐτὸς οὗτος διορισμὸς ἀναγκαῖός
18
ἐστι κᾀπειδὰν ἐκ τοῦ πήγνυσθαί τι ῥᾳδίως ψυχρὸν εἶναι 11.410
1
συλλογιζώμεθα. τῶν γὰρ ὡσαύτως ἐχόντων κατὰ λεπτομερὲς
2
ἢ παχυμερὲς τῆς συστάσεως τὸ θᾶττον ὑπὸ τοῦ ψυχροῦ
3
πηγνύμενον ψυχρότερόν ἐστι τὴν κρᾶσιν. ὡς εἴη τὸ μὲν
4
λεπτομερέστερον, ὡς οἶνος εἰ τύχοι, τὸ δὲ παχυμερέστερον,
5
ὡς ἔλαιον, οὐκ ἀναγκαῖόν ἐστι θᾶττον ἢ μᾶλλον
6
πήγνυσθαι τὸ ψυχρότερον. ἀλλ’ εἰ μὲν ὅσῳ θάτερόν ἐστι
7
ψυχρότερον, τοσούτῳ θάτερον εἴη παχυμερέστερον, ἅμα
8
μὲν ἄμφω παγήσεται, μᾶλλον δ’ ἂν δόξειε πεπῆχθαι τῇ
9
σκληρότητι τῆς συστάσεως τὸ παχυμερέστερον. εὔλογον γὰρ
10
οἶμαι τῶν ὁμοίως πεπηγότων τὸ παχυμερέστερον καὶ σκληρότερον
11
γίνεσθαι. εἰ δ’ ἤτοι πλέον ψυχρότερον εἴη θάτερον,
12
ἢ παχυμερέστερον τὸ λοιπὸν, ἢ ἔμπαλιν ἧττον ψυχρότερον
13
τὸ ἕτερον αὐτῶν, παχυμερέστερον δὲ τὸ λοιπὸν,
14
οὐκ ἔτ’ ἐν ἴσῳ χρόνῳ πήγνυσθαι τούτοις δυνατὸν, ἀλλὰ τὸ
15
μὲν πλέον ψυχρότερον ἢ παχυμερέστερον θάτερον, ἐν ἐλάττονι
16
χρόνῳ, τὸ δ’ ἧττον ψυχρότερον ἢ παχυμερέστερον τὸ
17
λοιπὸν ἐν πλείονι. οὕτω δὲ καὶ τὸ μᾶλλον ἢ ἧπτον φαίνεσθαι 11.411
1
σκληρὸν ὁπότερον αὐτῶν, ἀνάλογον τῷ μεγέθει τῆς
2
ὑπεροχῆς ἀναγκαῖον ἀποβαίνειν.