1
στʹ. Περὶ φοίνικος.Φοῖνιξ τὸ δένδρον στυπτικῆς
2
μετέχει δυνάμεως ἐν ἅπασι τοῖς ἑαυτοῦ μέρεσιν. ὁ μὲν οὖν
3
τῶν κλάδων χυλὸς αὐστηρός ἐστιν ἐξ ὑδατώδους οὐσίας
4
χλιαρᾶς καὶ γεώδους ψυχρᾶς συγκείμενος. ὁμοίας δὲ τούτου·
5
φύσεώς ἐστι καὶ ὁ καλούμενος ἐγκέφαλος ἐδώδιμος ὑπάρχων.
6
ὁ δὲ καρπὸς αὐτοῦ καὶ μάλισθ’ ὁ γλυκὺς οὐκ ὀλίγης μετείληφε
7
θερμότητος. ἐδώδιμος δ’ ὢν εἰς πολλὴν ἔρχεται χρῆσιν,
8
οὐ μόνον ἔξωθεν ἐπιτιθέμενος, ἵνα τονῶσαί τι καὶ ξηρᾶναι
9
καὶ συναγαγεῖν καὶ πιλῆσαι καὶ πυκνῶσαι χρῄζομεν, ἀλλὰ
10
καὶ ὡς σιτίον λαμβανόμενος ἅμα τε τοῖς ἄλλοις καὶ αὐτὸς
11
καθ’ ἑαυτόν. ὃ δὲ καλοῦσιν ἐλάτην, τὸ ἁπαλὸν ἐκβλάστημα
12
τοῦ φοίνικος, τὴν αὐτὴν τῷ κατ’ αὐτὴν ἐγκεφάλῳ δύναμιν
13
ἔχει. τὸ δ’ οἷον ἀμφίεσμα αὐτοῦ στυπτικὴν μὲν καὶ αὐτὸ
14
κέκτηται ποιότητα, ξηραίνει δ’ ἐπὶ πλέον ἁπάντων τῶν εἰρημένων,
15
ὡς ἂν καὶ τῇ τῆς οὐσίας συστάσει ξηρότερον αὐτῶν
16
ὑπάρχον καὶ ἥκιστα μετέχον ὑγρότητος, ὥστε δεόντως ἐπὶ
17
τῶν σηπεδονωδῶν ἑλκῶν αὐτῷ χρῶνται. καὶ τοῖς συνάγουσι
18
τὰ κεχαλασμένα τῶν ἄρθρων φαρμάκοις μιγνύουσι καὶ ταῖς 12.152
1
ἡπατικαῖς τε καὶ στομαχικαῖς δυνάμεσιν, ἔξωθέν τε καὶ ἔσωθεν.
2
ἔστι δὲ καὶ ἡ ῥίζα τοῦ φυτοῦ ξηραντικῆς ἀδήκτως δυνάμεως,
3
ἔχουσά τι καὶ αὐτὴ στύψεως.