7
ιστʹ.Περὶ σιέλου.Σίελον, εἴτε σίαλον, εἴτε πτύελον
8
ὀνομάζειν θέλει τις, οὔ μοι διαφέρει. γινώσκειν δὲ αὐτοῦ χρὴ
9
τὴν δύναμιν εἶναι διάφορον ἔν τε τοῖς ζώων εἴδεσι καὶ καθ’
10
ἕκαστον αὐτῶν ὑγιαῖνον ἢ νοσοῦν ἐδηδοκότος ἢ πεπωκότος ἢ
11
ἀπότου τε καὶ νενηστευκότος. ὡς γὰρ τὰ οὖρα καὶ αἱ χολαὶ καὶ
12
ὁ ἱδρὼς, οὕτως καὶ τὸ πτύελον ἀσθενὲς μὲν ἐδηδοκότων ἐστὶν,
13
ἰσχυρὸν δὲ καὶ δριμὺ τὸ τῶν ὑπερδιψάντων καὶ ὑπερπεινησάντων.
14
ἐν τῷ μέσῳ δ’ ἀμφοῖν ἐστιν τὸ τῶν εὐπεπτηκότων
15
μὲν, οὐδέπω δ’ ἐδηδοκότων ἢ πεπωκότων. τούτῳ τοιγαροῦν
16
τῷ σιέλῳ καὶ αἱ τροφαὶ τῶν παίδων τοὺς λειχῆνας ἰῶνται,
17
βρέχουσαι τὸν μικρὸν δάκτυλον, εἶτα ἀνατρίβουσαι τὸ πεπονθὸς
18
δέρμα. καὶ τοῦτο ποιοῦσι πολλάκις, ὡς διασώζεσθαι 12.289
1
κατὰ τὸν μεταξὺ τῶν χρήσεων χρόνον ἐν τῷ λειχῆνι τὴν
2
ἀπὸ τοῦ σιέλου δύναμιν. ἀλλὰ καὶ πυροὺς μασώμενοι πολλοὶ
3
τῶν ἀγροίκων δοθιῆσιν ἐπιτιθέασιν. διαφορεῖ τε γὰρ αὐτοὺς
4
καὶ πέττει ταχέως. καίτοι γε εἰ δι’ ὕδατος δευθεῖεν, οὐχ
5
ὁμοίως ὠφελοῦσιν. εὔδηλον οὖν ὅτι τὸ σίαλον αὐτὸ τὴν
6
ἰσχὺν τῆς ὠφελείας παρέχει. κατὰ δὲ τῶν μαλακῶν καὶ παιδικῶν
7
σωμάτων ἄρτον, οὐ πυροὺς ἐπιτιθέασι μασωμένους.
8
διαφορεῖ δὲ πάντα τὰ οὕτω μασηθέντα καὶ ὑπώπια
9
καὶ τὰ ἄλλα ἐκχυμώματα, καὶ μᾶλλον ὅταν ὁ ἄρτος ἅμα βραχείᾳ
10
ῥαφανῖδι μασηθείη. καθ’ ὅλην δὲ τὴν οὐσίαν τὸ πτύελον
11
ἐναντιώτατόν ἐστι τοῖς ἀναιροῦσιν ἀνθρώπους θηρίοις,
12
ὥς που καὶ Νίκανδρος ὁ ποιητὴς λέγει. καί μοί τις ἐπαγγειλάμενος
13
ἐπῳδὴν ἀναιροῦσαν σκορπίους ἐπιδείξειν, ἅπαξ
14
εἰπὼν αὐτὴν ἐπέπτυσε τῷ σκορπίῳ, κἄπειθ’ ἑξῆς δεύτερον
15
εἰπὼν αὖθις ἐπέπτυσεν, εἶτα καὶ τὸ τρίτον εἰπόντος τε καὶ
16
καταπτύσαντος ἀπέθανεν ὁ σκορπίος. ὕστερον δ’ ἐγὼ χωρὶς
17
τῆς ἐπῳδῆς ἐθεασάμην ἐπὶ τῷ σιάλῳ μόνῳ τὸν σκορπίον
18
ἀποθανόντα καὶ τοῦτ’ αὐτὸ πάσχοντα ταχέως μὲν ἐπὶ τοῦ 12.290
1
τῶν πεινώντων τε καὶ διψώντων πτυέλου, βραδέως δὲ ἐπὶ
2
τῶν ἐμπεπλησμένων ἐδεσμάτων τε καὶ πομάτων, ἐπὶ δὲ τῶν
3
ἄλλων ἀνάλογον.