10
ιηʹ.Περὶ νίτρου.Νίτρον εἴρηται καὶ πρόσθεν ἐν
11
τῷ μεταξὺ τοῦ ἀφρονίτρου τε καὶ ἁλῶν δυνάμεως εἶναι,
12
καυθὲν δ’ ἐγγυτέρω γίγνεται τῷ ἀφρονίτρῳ, λεπτομερέστερον
13
δ’ ἐκ τῆς καύσεως ἀποτελούμενον. ξηραίνει τοιγαροῦν
14
καὶ διαφορεῖ καὶ, εἰ εἴσω τοῦ σώματος ληφθείη, τέμνει καὶ
15
λεπτύνει τοὺς παχεῖς καὶ γλίσχρους χυμοὺς πολὺ μᾶλλον τῶν
16
ἁλῶν. ἀφρόνιτρον δ’ εἰ μὴ μεγάλης ἀνάγκης οὔσης οὐδὲ
17
καταπίνει τις ὡς ἂν κακοστόμαχον ὂν, ἐπεί τοι μᾶλλόν ἐστι
18
νίτρου τμητικόν. ἐπὶ γοῦν μυκήτων πνιγόντων ἐχρῆτό τις 12.226
1
ἀγροῖκος αὐτῷ καὶ διὰ παντὸς εὐδοκίμει. νίτρῳ δὲ κεκαυμένῳ
2
τε καὶ ἀκαύστῳ καὶ ἔτι μᾶλλον αὐτοῦ τῷ ἀφρῷ καὶ
3
ἡμεῖς ἐπὶ τοιούτων χρώμεθα.