7
νθʹ.Περὶ κυάμου.Κύαμος καθ’ ἑκάτερα τῆς μέσης
8
κράσεώς ἐστιν, ἐγγυτάτω κατὰ τὸ ξηραίνειν καὶ κατὰ τὸ ψύχειν.
9
μετέχει δέ τινος ἐπ’ ὀλίγον καὶ ῥυπτικῆς δυνάμεως ἡ
10
σὰρξ αὐτοῦ, καθάπερ τὸ λέμμα τῆς στυπτικῆς, καὶ διὰ τοῦτο
11
τῶν ἰατρῶν ἔνιοι τὸν κύαμον ὅλον ἑψήσαντες σὺν ὀξυκράτῳ
12
τοῖς δυσεντερικοῖς καὶ τοῖς κοιλιακοῖς καὶ τοῖς ἐμετικοῖς
13
ἔδοσαν. ἔστι δὲ ὡς ἔδεσμα μὲν εἴπερ τι καὶ ἄλλο φυσῶδές
14
τε καὶ δύσπεπτον, ἀναπτύσεσι μέντοι ταῖς ἐκ θώρακός τε
15
καὶ πνεύμονος ἐπιτήδειον. ὡς φάρμακον δ’ ἔξωθεν ἐπιτιθέμενον
16
ἀλύπως ξηραίνει. ἐπὶ μέντοι ποδαγρικοῖς ἐχρησάμεθα
17
πολλάκις αὐτῷ δι’ ὕδατος ἑψήσαντες, εἶτα μίξαντες
18
ὕειον στέαρ. ἐπὶ δὲ τῶν κατὰ νεῦρα θλασμάτων τε καὶ 12.50
1
ἑλκῶν δι’ ὀξυμέλιτος τὸ ἄλευρον ἐπεθήκαμεν· ἐπὶ δὲ τῶν
2
ἤδη φλεγμαινόντων ἐκ πληγῆς σὺν ἀλφίτοις. καὶ διδύμων δ’
3
ἐστὶ καὶ μαστῶν ἀγαθὸν κατάπλασμα, φιλεῖ γὰρ ταῦτα
4
τὰ μόρια μετρίως ψύχεσθαι φλεγμαίνοντα, καὶ μάλιστα,
5
ὅταν ἐκ γάλακτος ἐν αὐτοῖς τυρωθέντος οἱ μαστοὶ φλεγμαίνωσι.
6
τοιγαροῦν καὶ τὸ γάλα σβέννυται πρὸς τοῦ τοιούτου
7
καταπλάσματος, ὥσπερ καὶ τὸ τῶν παίδων ἐφήβαιον
8
ἐπιπλασσόμενον ἀλεύρῳ κυαμίνῳ μέχρι πλέονος ἄνηβον
9
διαμένει.