1
θʹ.Περὶ γλυκυρίζης.Γλυκύριζα. τούτου τοῦ θάμνου
2
τῶν ῥιζῶν ὁ χυλὸς μάλιστ’ ἐστὶ χρήσιμος ὁμοίως ταῖς
3
ῥίζαις αὐτοῦ γλυκὺς ὑπάρχων, ἅμα βραχείᾳ τινὶ στύψει. διὸ
4
καὶ τραχύτητας ἐκλεαίνειν πέφυκεν, οὐκ ἐν ἀρτηρίᾳ μόνον,
5
ἀλλὰ καὶ ἐν ψωρώδει κύστει, τῷ μετρίῳ τῆς κράσεως· εἴη
6
ἂν οὖν ἡ φύσις αὐτοῦ οἰκεία τῆς ἡμετέρας κράσεως· τοιοῦτον
7
γὰρ ἐδείχθη τὸ γλυκύ. προσούσης δέ τινος καὶ στύψεως ἡ
8
σύμπασα κρᾶσις αὐτῆς, ὅσον ἐπὶ θερμότητι καὶ στύψει, κατὰ
9
τὴν χλιαρὰν μάλιστα ἂν εἴη θερμασίαν, ἐγγυτάτω τῆς συμμέτρου.
10
ἐπεὶ δὲ καὶ ὑγρόν ἐστι τῇ κράσει τὸ μετρίως γλυκὺ,
11
δεόντως ἄδιψόν ἐστι τὸ φάρμακον, ὑγρόν τε ἅμα μετρίως
12
καὶ ψυχρότερον ὑπάρχον τῆς ἀνθρώπου φύσεως. φησὶ
13
δ’ ὁ Διοσκουρίδης τὴν ῥίζαν ξηρὰν λεανθεῖσαν πτερυγίων
14
ἐπιτήδειον γίνεσθαι κατάπαστον φάρμακον.