17
λεʹ.Περὶ πρασίου.Πράσιον ὥσπερ τῇ γεύσει πικρόν
18
ἐστιν, οὕτω καὶ χρωμένοις ὁμολογοῦσαν ἔχει τῷ τοιούτῳ 12.108
1
χυμῷ τὴν ἐνέργειαν, ἐκφράττον καὶ ἧπαρ καὶ σπλῆνα
2
καὶ τὰ κατὰ θώρακα καὶ πνεύμονα διακαθαῖρον, ἔμμηνά τε
3
προτρέπον. ἀλλὰ καὶ καταπλασσόμενον ῥύπτει τε καὶ διαφορεῖ.
4
καὶ θείη ἄν τις αὐτὸ κατὰ μὲν τὴν θερμότητα τῆς
5
δευτέρας που τάξεως ἤδη συμπληρουμένης, κατὰ δὲ τὴν ξηρότητα
6
τῆς τρίτης, ἤτοι μεσούσης καὶ συμπληρουμένης. τῷ
7
χυλῷ δ’ αὐτοῦ καὶ πρὸς ὀξυδερκίαν μὲν χρῶνται μετὰ μέλιτος,
8
οὐ μὴν ἀλλὰ καὶ διὰ ῥινῶν ἰκτέρους καθαίρουσι,
9
καὶ πρὸς ὤτων ὀδύνας ἤδη κεχρονισμένας αὐτὸ παραλαμβάνουσι,
10
ἐφ’ ὅσον ἐκφράξαι καὶ διακαθῆραι τόν τε πόρον αὐτὸν
11
καὶ τὰς τῶν μηνίγγων ἀποφύσεις ἐστὶ χρεία.