14
Κεφ. αʹ. αʹ.Περὶ σαρκὸς ἐχίδνης.Οὐχ ἅπασαι
15
τῶν ζώων αἱ σάρκες ἄνθρωπον τρέφουσιν, ἀλλ’ ἐνίων εἰσὶ
16
καὶ θανάσιμοι τῶν φαρμακωδῶν οὐδὲν ἧττον, ἃ καλοῦσι
17
δηλητήρια, καὶ τῶν τρεφουσῶν δὲ ἡμᾶς σαρκῶν ἔνιαι μὲν
18
αὐτὸ τοῦτο μόνον εἰσὶ τροφαὶ, τινὲς δὲ πρὸς τῷ τρέφειν 12.312
1
ἔχουσι καὶ τὴν ὡς φαρμάκου δύναμιν, ἐπειδὴ κατὰ τὸ ξηραίνειν
2
ἢ ὑγραίνειν καὶ θερμαίνειν ἢ ψύχειν, ἀλλοιοῦσι τὸ
3
σῶμα. τὰς γοῦν τῶν ἐχιδνῶν θερμαινούσας τε καὶ ξηραινούσας
4
ἐναργῶς ἔστιν ἰδεῖν ἀρτυομένας, ὥσπερ αἱ ἐγχέλεις ἐλαίῳ
5
καὶ ἁλσὶ καὶ ἀνήθῳ καὶ πράσῳ καὶ ὕδατι δηλονότι μετὰ
6
τοῦ συμμέτρου. ὅτι δὲ καθαίρουσιν διὰ τοῦ δέρματος ἅπαν
7
τὸ σῶμα γνῶναί σοι πάρεστι κᾀξ ὧν ἐπειράθην ἐγὼ ἔτι
8
νέος γενόμενος ἐπὶ τῆς ἡμετέρας Ἀσίας, ὧν ἕκαστον ἐφεξῆς
9
ἤδη δίειμι. ἄνθρωπος νοσῶν τὸ καλούμενον πάθος ἐλέφαντα
10
μέχρι μέν τινος ὁμοδίαιτος ἦν τοῖς συνήθεσιν, ἐπεὶ
11
δ’ ἐκ τῆς πρὸς αὐτὸν κοινωνίας τε καὶ ὁμιλίας ἐκοινώνησαν
12
μὲν ἔνιοι τοῦ πάθους, αὐτὸς δὲ δυσώδης ἦν ἤδη καὶ εἰδεχθὴς,
13
καλύβην αὐτῷ πηξάμενοι πλησίον τῆς κώμης ἐπὶ
14
χθαμαλοῦ τοῦ λόφου παρά τινι πηγῇ ἱδρύουσιν ἐν αὐτῇ
15
τὸν ἄνθρωπον φέροντες τροφὰς αὐτῷ ἐφ’ ἡμέρας τοσαύτας
16
ὅσον ἀποζῆν ἱκανῶς. περὶ δὲ κυνὸς ἐπιτολὴν θερισταῖς πλησίον
17
αὐτοῦ θερίζουσιν ἐκομίσθη τις οἶνος ἐν κεραμίῳ μάλ’ 12.313
1
εὐώδης. ὁ μὲν κομίσας ἐγγὺς τῶν θεριζόντων καταθεὶς ἐχωρίσθη·
2
τοῖς δ’ ὡς ἧκεν ὁ καιρὸς τοῦ πίνειν, ἔθος μὲν ἦν
3
αὐτοῖς ἐκχέουσι κρατῆρα μεθ’ ὕδατος συμμέτρου κεραννύναι
4
τὸν οἶνον, ὡς δὲ ἀνελομένου νεανίσκου τὸ κεράμιον, ἐξαιροῦντά
5
τε τὸν οἶνον εἰς τὸν κρατῆρα, συνεξέπεσεν ἔχιδνα
6
νεκρά. δείσαντες οὖν οἱ θερισταὶ μή τι πάθοιεν ἐκ τοῦ πόματος,
7
αὐτοὶ μὲν ὕδατος ἔπιον, ὡς δ’ ἀπηλλάττοντο, χαρίζονται
8
δῆθεν ὑπὸ φιλανθρωπίας τῷ τὸν ἐλέφαντα νοσοῦντι
9
τὸν ὅλον οἶνον, ἄμεινον αὐτῷ κρίναντες εἶναι τεθνάναι
10
μᾶλλον ἢ ζῇν τοιούτῳ. ὁ δ’ ἐκ τούτου πίνων ὑγιὴς ἐγένετο
11
θαυμαστόν τινα τρόπον. ὅλον γὰρ αὐτοῦ τὸ τοῦ δέρματος
12
ὀχθῶδες ἀπέπεσεν ὡς τῶν μαλακοστράκων ζώων τὸ σκέπασμα.
13
ὅσον δ’ ὑπόλοιπον ἦν ἔτι μαλακὸν ἱκανῶς ἐφαίνετο
14
καθάπερ τὸ τῶν καράβων τε καὶ καρκίνων, ὅταν ἀποπέσῃ
15
τὸ πέριξ ὄστρακον. ἕτερον τοιοῦτον ἐξ ὁμοίας περιπτώσεως
16
ἐγένετο κατὰ τὴν ἐν Ἀσίᾳ Μυσίαν, οὐ πόῤῥω τῆς ἡμετέρας
17
πόλεως. ἄνθρωπος ἐλέφαντι κάμνων ἐπὶ χρῆσιν ὥρμησεν
18
ὑδάτων θερμῶν αὐτοφυῶν ὠφελείας ἐλπίδι. παλλακὶς δ’ 12.314
1
ἦν αὐτῷ δούλη νέα τε καὶ καλὴ πολλοὺς ἐραστὰς ἔχουσα,
2
ταύτῃ καὶ ἄλλα μέν τινα τῶν κατὰ τὴν οἰκίαν, ἀτὰρ οὖν
3
καὶ τὰ κατὰ τὸ ταμεῖον ἐπίστευεν ὁ κάμνων. ὡς δὲ καταχθέντων
4
αὐτῶν, ἡνίκ’ ἐχρῆτο τοῖς ὕδασιν, ἐν οἰκίᾳ παρακείμενον
5
ἐχούσῃ χωρίον αὐχμηρὸν ἐχιδνῶν μεστὸν, ἐμπεσοῦσά
6
τις αὐτῶν εἰς οἴνου κεράμιον ἀμελῶς κείμενον ἐναπέθανεν,
7
ἕρμαιον ἡγησαμένη τὸ κατὰ τύχην ἐκβὰν ἡ παλλακὴ τῷ
8
δεσπότῃ τὸν ποτὸν ἐκ τούτου προσέφερεν. ὁ δὲ πίνων αὐτὸ
9
τῷ κατὰ τὴν καλύβην ὡσαύτως ὑγιάσθη. δύο μὲν ἤδη σοι
10
ταῦτα διδάγματα τῆς κατὰ τὴν περίπτωσιν πείρας, ἕτερον
11
δ’ ἐπ’ αὐτοῖς τρίτον ἐξ ἡμετέρας μιμήσεως. ἐπειδὴ γάρ τις
12
νοσῶν τοῦτο τὸ νόσημα φιλοσοφώτερος ἢ κατὰ τοὺς πολλοὺς
13
ἐδυσχέραινέ τε δεινῶς καὶ τεθνάναι βέλτιον ἢ ζῇν
14
ἔφασκεν εἶναι, διακειμένῳ οὕτως ἀθλίως ἐδήλωσα τὰς προειρημένας
15
δύο περιπτώσεις αὐτῶν. ὁ δ’, αὐτός τε γὰρ
16
ἦν ἔμπειρος οἰωνῶν ἐχρήσατό τε φίλῳ θαυμαστῶς κατορθοῦντι
17
τὸ μάθημα, καθίσας ἐπ’ ὄρνισιν ἅμ’ ἐκείνῳ προὐτράπη 12.315
1
τε μιμήσασθαι τὰ διὰ τῆς πείρας ἐγνωσμένα καὶ πίνων
2
οἶνον οὕτω φαρμαχθέντα λεπρώδης ἐγένετο. χρόνῳ δ’
3
ὕστερον ἰασάμεθα καὶ τὴν λέπραν αὐτοῦ τοῖς συνήθεσι
4
φαρμάκοις. τέταρτος ἐπὶ τούτῳ τέχνην πεποιημένος ἐχίδνας
5
ζώσας συλλαμβάνειν ἐν ἀρχῇ μὲν ἦν τοῦ πάθους ἐκείνου,
6
προὔκειτο δ’ ἡμῖν ὅπως ἰαθῇ τάχιστα. φλέβα τε οὖν αὐτοῦ
7
τεμόντες καὶ καθήραντες φαρμάκῳ μέλαιναν κενοῦντι, χρήσασθαι
8
ταῖς ἀγρευομέναις ἐχίδναις συνεβουλεύσαμεν, ἐν λοπάδι
9
σκευάζοντι, καθάπερ τὰς ἐγχέλεις. οὗτος μὲν οὖν οὕτως
10
ἐθεραπεύθη, διαπνεύσαντος αὐτῷ τοῦ πάθους. ἄλλος
11
δέ τις ἀνὴρ πλούσιος οὐχ ἡμεδαπὸς οὗτός γε, ἀλλ’ ἐκ μέσης
12
Θρᾴκης ἧκεν, ὀνείρατος προτρέψαντος αὐτὸν εἰς τὸ Πέργαμον,
13
εἶτα τοῦ θεοῦ προστάξαντος ὄναρ αὐτῷ πίνειν τε
14
τοῦ διὰ τῶν ἐχιδνῶν φαρμάκου καθ’ ἑκάστην ἡμέραν καὶ
15
χρίειν ἔξωθεν τὸ σῶμα, μετέπεσεν τὸ πάθος οὐ μετὰ πολλὰς
16
ἡμέρας εἰς λέπραν, ἐθεραπεύθη τε πάλιν οἷς ὁ θεὸς
17
ἐκέλευεν φαρμάκοις καὶ τοῦτο τὸ νόσημα. ἡ μὲν δὴ τῶν
18
ἐχιδνῶν σὰρξ εἰς τοσοῦτον ἥκει τῆς ξηραντικῆς δυνάμεως· 12.316
1
ἐπεὶ δ’ ἔνιοι τῶν φαγόντων αὐτὴν ἑάλωσαν δίψει σφοδροτάτῳ
2
καὶ διὰ τοῦτο προσαγορεύουσι τὰς ἐχίδνας διψάδας.
3
εἰσὶ δ’ οἳ καὶ τοὺς δηχθέντας ὑπ’ αὐτῶν φασιν οὐκ ἐμπίπλασθαι
4
πίνοντας, ἀλλὰ διαῤῥήγνυσθαι πρότερον ἢ παύσασθαι
5
διψῶντας. διὰ τοῦτο τῶν ἐν Ῥώμῃ τὰς ἐχίδνας θηρευόντων,
6
οὓς ὀνομάζουσι Μαρσοὺς, ἐπυθόμην εἴ τι σημεῖον
7
ἔχοιέν με διδάξαι διακριτικὸν ἑκατέρου τοῦ γένους τῶν ἐχιδνῶν·
8
οἱ δ’ οὐδὲν ὅλως ἔφασαν εἶναι γένος ἐχιδνῶν διψάδων,
9
ἀλλὰ τὰς παρὰ θαλάττῃ καὶ τόποις ἁλμυρίδα πολλὴν
10
ἔχουσι διαιτωμένας ἁλμυρὰν ἴσχειν τὴν σάρκα, διὸ καὶ κατὰ
11
Λιβύην πολλὰς γίγνεσθαι τοιαύτας, ἐν Ἰταλίᾳ δ’ οὐκ εἶναι
12
διὰ τὴν ὑγρότητα τῆς χώρας. ταῦτα μὲν οὖν ἤκουσα τῶν
13
Μαρσῶν λεγόντων, οὐ μὴν ἔχω βεβαίως εἰπεῖν εἴτ’ ἀληθεύσουσι
14
τὸ σύμπαν εἴτε καὶ ψεύδονται κατά τι. τὸ μὲν γὰρ
15
ἐν οἷς εἰρήκασι χωρίοις γίνεσθαί τινας ἐχίδνας ἁλυκὴν
16
ἐχούσας τὴν σάρκα πιθανώτατον εἶναί μοι δοκεῖ. συμμεταβαλλούσας
17
γὰρ οἶδα ταῖς τροφαῖς τὰς τῶν ζώων σάρκας,
18
οὐ μὴν ὡς οὐδέν ἐστι γένος ἐχιδνῶν διψάδων ἀποφήνασθαι 12.317
1
δύναμαι. τὸ δ’ οὖν ἀσφαλέστατόν ἐστι φυλάττεσθαι
2
τὰς ἐν τοῖς τοιούτοις χωρίοις ἐχίδνας θηρεύειν εἰς ἐδωδὴν ἢ
3
φαρμάκου κατασκευὴν, ὁποῖόν ἐστι καὶ τουτὶ τὸ ἔνδοξον, ὃ
4
καλοῦσιν ἅπαντες σχεδὸν ἰατροὶ θηριακήν. ἐπεὶ δ’ ἔθος ἡμῖν
5
ἐστιν, ὅταν τοὺς καλουμένους ἀρτίσκους θηριακοὺς σκευάζωμεν,
6
ἀφαιρεῖν οὐ μόνον τὴν κεφαλὴν αὐτῶν, ἀλλὰ καὶ
7
τὴν οὐρὰν, ἐνενόησα πολλάκις εὐλόγως ἴσως μὲν τὴν κεφαλὴν
8
ὅλην, διὰ τὸν ἐν τῷ στόματι περιεχόμενον ἰὸν, ἀλόγως
9
δὲ τὴν οὐρὰν ἀφαιρεῖσθαι. οὐδὲ γὰρ τοῦτ’ ἔστιν εἰπεῖν, ὅτι
10
διὰ τὰ περιττώματα τῆς τροφῆς τά θ’ ὑγρὰ καὶ τὰ ξηρὰ
11
πρακτέον οὕτως ἐστίν. ἀποκτείναντες γὰρ αὐτὰς, εἶτ’ ἐκδείραντές
12
τε καὶ ἀναπτύξαντες, ἐξαιροῦμέν τε καὶ ἀποῤῥίπτομεν
13
ἅπαντα τὰ ἔνδον, ὡς μόνην καταλείπεσθαι τὴν τῶν
14
σαρκῶν οὐσίαν ἅμα ταῖς διαπεφυκυίαις αὐτῶν ἀρτηρίαις τε
15
καὶ φλεψὶν, ἐλάχιστον ἐχούσαις ὄγκον ὡς πρὸς τὴν ὅλην
16
σάρκα, καὶ μηδὲ φαινόμενον, ἐὰν μὴ πάνυ τις ἐπιμελῶς κατασκέψηται.
17
τοὺς μὲν οὖν ἀρτίσκους, οὓς δὴ καὶ θηριακοὺς
18
ὀνομάζουσι, σκευάζομεν οὕτως. κεκαθαρμένας αὐτὰς λαβόντες,
19
εἶθ’ ἕψοντες ἐν ὕδατι, μέχρις ἂν ἀκριβῶς ἡμῖν εἶναι δόξωσιν 12.318
1
ἑφθαί. συνεμβάλλομεν δ’ εὐθέως ἐξ ἀρχῆς ἀνήθου
2
τῷ ὕδατι καὶ μετὰ τὴν ἕψησιν ἀπὸ τῶν σαρκῶν διακρίνομεν
3
τὰς ἀκάνθας, εἶτα μίγνυμεν ἄρτῳ λελειωμένῳ τὴν
4
σάρκα. τὸν δ’ ἄρτον τοῦτον οὐ τὸν ἐπιτυχόντα λαμβάνομεν,
5
ἀλλ’ ὡς ἔνι μάλιστα καθαρώτατόν τε καὶ καλῶς ὠπτημένον
6
ἐν κλιβάνῳ, συμμέτρων ἁλῶν ἔχοντα καὶ ζύμης. προαναξηραίνομεν
7
δὲ αὐτὸν ἐν οἴκῳ ξηρῷ καὶ ἀνίκμῳ, μέχρις
8
ἂν οὕτω γένηται ξηρὸς ὡς ἐν ὅλμῳ κοπῆναι δύνασθαι.
9
οὐ μὴν κόπτοντές γε μίγνυμεν, ἀλλὰ διαβρέχοντες τῷ ὕδατι,
10
καθὸ τὰς ἐχίδνας ἑψήσαμεν. αὐτὴν δὲ τὴν σάρκα πρὶν μιγνύναι
11
τῷ ἄρτῳ, τρίβομεν ἐν θυίᾳ τῶν μαγείρων, ἄχρις ἂν
12
ἀκριβῶς γένηται λεία. καὶ μετὰ ταῦτα μικροὺς ἀρτίσκους
13
λεπτοὺς πλάσαντες, εἶτα ξηράναντες ἐν οἴκῳ θερμῷ καὶ ξηρῷ
14
φυλάττομεν ἀποτιθέμενοι πάλιν ἐν οἴκῳ τοιούτῳ. τούτους
15
μὲν οὖν εἰσβάλλοντος τοῦ θέρους σκευάζομεν, ἡνίκα
16
μάλιστα βελτίστη τῶν ἐχιδνῶν ἐστιν ἡ σάρξ. χρώμεθα δ’
17
ὕστερον κόπτοντές τε καὶ διάττοντες, εἶτ’ αὖθις λειοῦντες
18
ἀναμιγνύντες τε τοῖς ἐσκευασμένοις εἰς ἡδονὴν ἁλσὶν, ἐμβάλλομεν 12.319
1
δ’ αὐτῶν καὶ τῇ θηριακῇ. γίγνονται δὲ καὶ οἱ διὰ
2
τῶν ὀπτηθεισῶν ἐχιδνῶν ἅλες ὑπὸ τὸν αὐτὸν καιρὸν εἶς
3
χύτραν καινὴν ἐμβαλλόντων ἡμῶν τὰς ἐχίδνας ζώσας, ἅμα
4
τοῖς ὑπεστορεσμένοις τε καὶ περικειμένοις αὐταῖς φαρμάκοις,
5
ἃ λέγειν ἅπαντα νῦν οὐκ ἔστι τῆς ἐνεστώσης πραγματείας.
6
ἴσως γάρ τις ἡμῖν εὐλόγως ἐγκαλέσει καὶ περὶ τῶν ἀρτίσκων
7
τῆς κατασκευῆς ὡς οὐκ ἐν καιρῷ διελθοῦσιν. ἀλλὰ
8
ταῦτα μὲν ἐπειδὴ φθάνει λελέχθαι, φυλαττέσθω, κᾂν δοκῇ
9
μὴ πάνυ τι τῆς προκειμένης εἶναι πραγματείας ἴδια. τὰ δ’
10
ἑξῆς κατὰ τὸ προσῆκον μέτρον λεγέσθω. προσῆκον δ’ ἐστὶ
11
περὶ τῆς καθόλου δυνάμεως ἀναμνῆσαι τὴν σάρκα τῶν ἐχιδνῶν,
12
εἰπόντα εἶναι ξηραντικήν τε καὶ διαφορητικὴν ἰσχυρῶς,
13
ἄμα τῷ θερμαίνειν μετρίως. ἐπείγεται δ’, ὡς ἔοικεν, ἡ
14
δύναμις αὐτῆς ἐπὶ τὸ δέρμα, διὰ τούτου κινοῦσα τὰ κατὰ
15
τὸ σῶμα περιττώματα. φθειρῶν τε οὖν πλῆθος οὐκ ὀλίγον
16
γεννᾶται τοῖς ἔχουσι κακοχυμίαν ἐν τοῖς σώμασι δαψιλῆ καὶ
17
τοῦ δέρματος ἀφίσταταί τε καὶ ἀποπίπτει καθάπερ τι λέπος
18
ἡ ἐπιδερμὶς ὀνομαζομένη, καθ’ ἣν ἴσχονται μᾶλλον τῶν 12.320
1
εἰς τὸ δέρμα φερομένων χυμῶν οἱ παχεῖς καὶ γεώδεις, ὑφ’
2
ὧν αἵ τε ψῶραι καὶ αἱ λέπραι καὶ οἱ ἐλέφαντες γίνονται.
3
ταῦτα μὲν οὖν εἶχόν σοι λέγειν περὶ τῶν τῆς ἐχίδνης σαρκῶν,
4
ἐφεξῆς δὲ πάλιν ἀναλήψομαι τὸν λόγον. αἱ μὲν τῶν
5
θερμοτέρων φύσει ζώων σάρκες οὐ μόνον τρέφουσιν ἡμᾶς,
6
ἀλλὰ καὶ θερμαίνουσιν, αἱ δὲ τῶν ψυχροτέρων ψύχουσιν.
7
οὕτως δὲ καὶ αἱ μὲν τῶν ξηροτέρων ξηραίνουσιν, αἱ δὲ τῶν
8
ὑγροτέρων ὑγραίνουσιν. μεμνημένος οὖν ὧν ἔμαθες ἐν τοῖς
9
περὶ κράσεων, ὅταν γνωρίσῃς τι τῶν ζώων εἶναι τῇ κράσει
10
ξηρότερον, ὥσπερ εἰ τύχοι τὸν ἄγριον ὗν τοῦ ἡμέρου, γίνωσκε
11
τούτου καὶ τὴν σάρκα ξηραντικωτέραν εἶναι καὶ κατὰ
12
τὰς ἄλλας διαφορὰς τῶν κράσεων ὡσαύτως, οἷον ὅτι συὸς
13
μὲν πρόβατον ξηρότερον, τούτου δ’ αἴξ, τούτου δὲ βοῦς, καὶ
14
τούτου λέων. οὕτω δὲ καὶ κατὰ θερμότητα λέων μὲν κυνὸς
15
θερμότερος, κύων δὲ ταύρου, ταῦρος δὲ τοῦ τοὺς ὄρχεις
16
ἐκτετμημένου βοός. ἀνάλογον οὖν τῇ κατὰ τὴν κρᾶσιν
17
ὑπεροχῇ τῶν ἄλλων ζώων καὶ αἱ σάρκες αὐτῶν διοίσουσιν.
18
καὶ διὰ τοῦτο ξηραίνειν μὲν ἐθέλων τὸ σῶμα τῶν ξηροτέρων
19
τῇ κράσει ζώων δώσεις τὴν σάρκα, θερμαίνειν δὲ βουλόμενος 12.321
1
τῶν θερμοτέρων, καὶ ψυχρότερον μὲν ἐπιχειρῶν ἐργάζεσθαι
2
τῶν ψυχροτέρων, ὑγρότερον δὲ τῶν ὑγροτέρων. οὐ
3
σμικρὰ δὲ διαφορὰ τῶν σαρκῶν ἐστι κᾀν τῷ τεταριχεῦσθαί
4
τινας αὐτῶν. ὅλῳ γὰρ παντὶ διαλλάττουσιν, ὡς πολλάκις
5
ὑγροτάτου τῇ κράσει ζώου ταριχευθεῖσαν σάρκα ξηραντικωτέραν
6
εἶναι μακρῷ τῆς φύσεως ξηρᾶς. ἀταριχεύτου
7
καὶ ἡ ὀπτηθεῖσα δὲ ξηροτέρα τῆς ἑψηθείσης ἐστὶν
8
ἐν ὕδατι. ἔγραψαν δὲ καὶ ἄλλων ζώων ἔνιοι σάρκας ὠφελεῖν
9
ἐσθιομένας τε καὶ κατὰ πεπονθότων μερῶν ἐπιτιθεμένας,
10
οἷον τὴν τοῦ χερσαίου ἐχίνου σκελετευθεῖσαν, εἰ ποθείη
11
ἐλεφαντιῶσιν καὶ καχέκταις καὶ σπασμώδεσιν καὶ νεφριτικοῖς,
12
ἔτι τε τοῖς τὸν ἀνασάρκα προσαγορευόμενον ὕδερον ἔχουσιν.
13
εἰ δὲ ταῦτα ποιεῖν πέφυκεν, εἴη ἂν ἡ δύναμις αὐτῆς ἰσχυρῶς
14
διαφορητική τε καὶ ξηραντικὴ, ὥσπερ καὶ ἡ τῆς σκελετευθείσης
15
γαλῆς, ἥπερ οὖν ὀνίνησι τοὺς ἐπιληπτικοὺς πινομένη.
16
τῶν δὲ ταριχευθέντων αἰλούρων τὴν σάρκα λειωθεῖσαν
17
ἐπιτιθεμένην ἐξάγειν σκόλοπάς φασιν, ὡς ἑλκτικὴν ἔχουσαν 12.322
1
δύναμιν δηλονότι, τῶν δὲ μυάκων ἁρμόττειν ἕλκεσιν ὑπὸ
2
κυνὸς δάκνοντος γεγονόσιν. ἐγὼ δ’ οὐδεμίαν ἐξαίρετον εὑρίσκω
3
δύναμιν, ἧς δεῖται τὰ τοιαῦτα τῶν ἑλκῶν, ὥσπερ τὰ
4
ὑπὸ τοῦ λυττῶντος κυνὸς δακόντος γενόμενα. καὶ ἡ τῶν
5
κοχλιῶν δὲ σὰρξ κοπεῖσα πρότερον ἐν ὅλμῳ καὶ μετὰ ταῦτα
6
λειωθεῖσα ξηραντικωτάτη γίνεται πάντων τῶν ὑγρότητα
7
περιττὴν ἐχόντων μορίων, ὥστε καὶ τοῖς ὑδερικοῖς ἁρμόττειν.
8
ἡ δὲ ἐξ αὐτῶν ὑγρότης, μόνη καθ’ ἑαυτὴν ἄνευ τῆς
9
σαρκὸς λαμβανομένη, καλεῖται ὑπὸ τῶν πολλῶν μύξα κοχλίου,
10
μιγνυμένη δὲ λιβανωτῷ ἢ ἀλόῃ ἢ σμύρνῃ ἤ τισι
11
τούτων ἢ πᾶσιν ἄχρι τοῦ κηρωτῆς πάχος ἔχειν, ἐχέκολλόν
12
τε γίνεται φάρμακον καὶ ξηραίνει καλῶς τοὺς ὑποπύους μύξους
13
τῶν ὤτων. ἔστι δὲ καὶ ἀνακόλλημα ξηραντικὸν τῶν
14
εἰς ὀφθαλμοὺς ῥευμάτων, ἐπιτιθεμένη κατὰ τὸ μέτωπον.
15
ἔνιοι δὲ καὶ πρὸς σκόλοπας χρῶνται, λειοῦντες ὅλους μετὰ
16
τῶν ὀστράκων, εἰσὶ δ’ οἳ καὶ πρὸς καταμηνίων ἐπίσχεσιν.
17
αὐτὰς δὲ τὰς σάρκας μόνας κᾀγώ ποτε κατ’ ἀγρὸν ἐπὶ
18
τραύματος ἅμα νεύρου τρώσει τε καὶ θλάσει γεγονότος ἐπέθηκα 12.323
1
λειώσας, καὶ τό τε τραῦμα καλῶς ἐκολλήθη καὶ τὸ
2
νεῦρον οὐκ ἐφλέγμηνε. ἦν δὲ σκληρὸς καὶ ἀγροῖκος ἄνθρωπος,
3
ἔμιξά γε μὴν λειουμέναις αὐταῖς ἄχνην ἀλεύρου,
4
λαβὼν ἀπὸ τοῦ πλησιάζοντος τῇ μύλῃ τοίχου. γεγράφασι δέ
5
τινες τῶν πρὸ ἡμῶν ἰατρῶν σμύρναν ἢ λιβανωτὸν μιγνύειν
6
αὐτοῖς δεῖν ἐπὶ τῆς τοιαύτης χρήσεως, ἀλλ’ οὐδετέραν εἶχον
7
τούτων ἔξωθεν τῆς πόλεως ἐπὶ τῆς ἀγροικίας. δύναιτο δ’
8
ἄν τις καὶ ῥητίνης φρικτῆς λείας μιγνύειν εἰ παρείη. ὁπόταν
9
μέντοι πολὺ τῆς μύξης τῶν κοχλιῶν ἐθέλεις λαβεῖν μόνης,
10
κατακέντησον αὐτῶν τὴν σάρκα γραφείῳ. χρὴ δὲ μὴ πρὸ
11
πολλῶν ἡμερῶν αὐτοὺς θηρεῦσαι, καταξηραίνονται γὰρ ἐν
12
τῷ χρόνῳ. πρόσφατοι δ’ ὄντες πολὺ τῆς γλίσχρας ὑγρότητος
13
ἔχουσιν, ἣν κατακεντούμενοι τῷ γραφείῳ προϊᾶσιν. ἡ
14
δ’ ὑγρότης αὕτη καὶ τῶν ἐν τοῖς βλεφάροις τριχῶν παρὰ
15
φύσιν ἀνακόλλημα γίνεται.