1
κζʹ.Περὶ κίστου.Κίστος, ἢ κίσθαρος, στυπτικὸς θάμνος
2
ἐν τῇ γεύσει καὶ ἅπασι τοῖς κατὰ μέρος ἔργοις. τὰ μέντοι
3
φύλλα καὶ οἱ μικροὶ βλαστοὶ λειωθέντες εἰς τοσοῦτο ξηραίνουσι
4
καὶ στύφουσι, ὡς κολλᾷν τραύματα. τὰ δ’ ἄνθη
5
δραστικώτερα, ὡς μετ’ οἴνου πινόμενα δυσεντερίας καὶ γαστρὸς
6
ἀτονίας καὶ ῥεύματα καὶ ὑγρότητας ἰᾶσθαι. καταπλαττόμενα
7
δὲ τὰ σηπεδονώδη τῶν ἑλκῶν ὀνίνησιν, ἔστι γὰρ ἡ
8
δύναμις αὐτῶν οὐκ ἀγεννῶς ξηραντικὴ, σχεδόν που κατὰ τὴν
9
δευτέραν ἀπόστασιν, ἀπὸ τῶν συμμέτρων ἤδη που συμπληρουμένων.
10
ἔστι δὲ ψυχρὸς εἰς τοσοῦτον ὁ θάμνος, ὡς χλιαρᾶς
11
μετέχειν θερμότητος. ἡ δὲ ὑποκιστὶς ὀνομαζομένη πολὺ δή
12
τι καὶ τῶν φύλλων ἐστὶ στυπτικωτέρα, δραστικὸν ἱκανῶς
13
φάρμακον εἰς ἅπαντα τὰ ῥοώδη πάθη, οἷον αἵματος ἀναγωγὰς,
14
ῥοῦς γυναικείους, κοιλιακάς τε καὶ δυσεντερικὰς
15
διαθέσεις. ἀλλὰ καὶ ῥωννύναι τι μόριον εἰ βουληθείης
16
μὲν, ἔκλυτον ὑγρότητι πλείονι γεγενημένον, ἐντίθησιν
17
αὐτῷ τόνον οὐκ ἀγεννῶς. οὕτω τοι καὶ στομαχικοῖς
18
ἐπιθέμασι καὶ ἡπατικοῖς μίγνυται καὶ εἰς τὴν διὰ 12.28
1
τῶν ἐχιδνῶν ἀντίδοτον ἐμβάλλεται ῥώσεως ἕνεκα καὶ τόνου
2
τῶν σωμάτων.