Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.)
urn:cts:greekLit:tlg0057.tlg075
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
editio(nes) critica(e):
translatio Latina: De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, pp. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1


16  νʹ.Περὶ ἀλωπέκων καὶ ὑαινῶν.Περὶ δὲ τῶν
17 ὅλων ἐν ἐλαίῳ καθεψομένων ἀλωπέκων, οὕτως γάρ τινες
18 ἀρθριτικοὺς θεραπεύουσιν, οἱ μὲν ζώσας ἐμβάλλοντες μεγίστῳ
19 λέβητι τὰς ἀλώπεκας, οἱ δὲ καὶ τεθνεώσας, ἀναγκαῖον εἰπεῖν 12.368
1 ἐπιπλέον, ἐπειδὴ πολλοὺς ἔδοξαν κατ’ ἀρχὰς μὲν ἀπηλλαχέναι
2 τοῦ πάθους, οὐ μετὰ πολὺν δὲ χρόνον ὠφεληκέναι
3 μόνον. ἐπανῆλθε γὰρ αὐτοῖς τὸ πάθος, οὐ μὴν οὕτω γε
4 σφοδρὸν ὡς ἔμπροσθεν ἦν. ἔστι δὴ τὸ κατὰ τὰς ἀλώπεκας
5 οὐδέν τι διαφορητικώτερον τοῦ κατὰ τὴν ὕαιναν, ἧς ὁμοίως
6 ἑψομένης ἐν ἐλαίῳ διαφορητικώτατον γίνεται τοὔλαιον. εἴρηται
7 δὲ πολλάκις ὡς τοῖς τοιούτοις φαρμάκοις ὑπάρχει τὰ
8 διὰ βάθους ἐν τῷ σώματι περιεχόμενα πρὸς τὴν ἐπιφάνειαν
9 ἕλκειν καὶ κατὰ τοῦτο τὰς ὀδύνας ἐνίοτε παύειν. οὐ γὰρ
10 δὴ διὰ παντός γε τοῦτ’ αὐτοῖς ἕπεται μόνον, ἐκείνων τῶν
11 ὀδυνῶν παυομένων ὑπὸ τῶν τοιούτων φαρμάκων, ἐφ’ ὧν
12 ἐν τῷ βάθει περιέχεται χυμὸς ὀδύνης ποιητικὸς, διὰ τὸ
13 πάχος τῆς οὐσίας διὰ ψύξιν δριμύτητα σφοδρὰν καὶ
14 πνεῦμα φυσῶδες, οὐκ ἔχον διέξοδον. οἱ τοίνυν ταῖς ἀλώπεξι
15 χρώμενοι καὶ αὐτοὶ διαφορητικὸν εἰργάζοντο τοὔλαιον, εἶτα
16 πυέλους αὐτῷ πληροῦντες ἐνεβίβαζον αὐταῖς ὅλους τοὺς
17 ἀρθριτικοὺς, ἐνδιατρίβειν χρόνῳ συχνῷ κελεύοντες, ἐκ τούτου 12.369
1 τε συνέβαινεν οὐ μόνον τοὺς περὶ τοῖς ἄρθροις ὄγκους
2 αὐτῶν, ἀλλὰ καὶ τὸ σύμπαν σῶμα κενοῦσθαι. πληθωρικῶς
3 οὖν ὅλου τοῦ σώματος αὐτοῖς προδιακειμένου θαυμαστὸν
4 οὐδὲν ἦν ὠφέλειαν τῇ κενώσει γενέσθαι, μηδενὸς μὴν ἐπιῤῥέοντος
5 τοῖς πεπονθόσι μέρεσι διὰ τὸ κενοῦσθαι τὸ σύμπαν
6 σῶμα, τῶν ἐν αὐτοῖς περιεχομένων χυμῶν διαφορουμένων.
7 ὥσπερ δ’ ἔμπροσθεν ἀπαθοῦς ὄντος αὐτοῖς τοῦ σώματος
8 μοχθηρὰ δίαιτα τὸ πάθος εἰργάσατο, κατὰ τὸν
9 αὐτὸν τρόπον καὶ μᾶλλον ἔτι διὰ τῆς ὁμοίας διαίτης εἰκὸς
10 ἦν αὖθις αὐτοὺς ὡσαύτως διατεθήσεσθαι τοῖς πεπονηκόσιν
11 ἄρθροις.