15
ζʹ.Περὶ βηχίου.Βηχίον ὠνόμασται μὲν οὕτως ἀπὸ
16
τοῦ πεπιστεῦσθαι βῆχάς τε καὶ ὀρθοπνοίας ὠφελεῖν, εἴ τις
17
ἤτοι τὰ φύλλα ξηρὰ λαβὼν, ἢ τὴν ῥίζαν ἐπ’ ἀνθράκων θυμιάσας,
18
εἰσπνέοι τὴν ἀναφερομένην λιγνύν. ἔστι δὲ δριμεῖα 11.851
1
συμμέτρως, ὥστε καὶ ῥήσσειν ἀλύπως πεπιστεῦσθαι τὰ κατὰ
2
τὸν θώρακα πάντ’ ἀποστήματα. τὰ μὲν δὴ χλωρὰ φύλλα
3
καὶ τὰ φλεγμαίνοντα μόρια δυσπέπτως ὀνίνησιν ἔξωθὲν καταπλασσόμενα
4
διὰ τὴν ἐπιμιξίαν τῆς ὑδατώδους ὑγρότητος,
5
ἧς ἅπαντα τὰ χλωρὰ καὶ ἁπαλὰ τὰ μὲν μᾶλλον, τὰ δ’ ἧττον
6
μετέχει. τὰ γὰρ ἤδη ξηρὰ φύλλα τοῦ βηχίου δριμυτέρας ἐστὶν
7
ἢ κατὰ τὰ φλεγμαίνοντα δυνάμεως.