5
στʹ. Περὶ θρίδακος.Θρίδαξ ὑγρὸν καὶ ψυχρὸν λάχανον,
6
οὐ μὴν ἐσχάτως γε, οὐδὲ γὰρ ἂν ἐδώδιμον ἦν, ἀλλὰ
7
κατὰ τὴν τῶν κρηναίων ὑδάτων, ὡς ἂν εἴποι τις, μάλιστα
8
δύναμιν ἤτοι ψυχρότητα. διὰ τοῦτο πρὸς μὲν τὰς θερμὰς
9
φλεγμονὰς ἁρμόττει καὶ πρὸς τὰ μικρὰ καὶ κοῦφα τῶν
10
ἐρυσιπελάτων, οὐ μὴν τοῖς γε μείζοσιν ἐπαρκεῖν ἱκανή. ἔστι
11
δὲ καὶ ἄδιψον ἔδεσμα. τὸ δὲ σπέρμα πινόμενον ἐπέχει γονοῤῥοίας,
12
ὅθεν καὶ τοῖς ὀνειρώττουσι δίδοται. οὕτω καὶ τὸ
13
τῆς ἀγρίας, ἧς καὶ τὸν ὀπὸν ἀθροίζουσιν, ἄργεμά τε καὶ
14
ἀχλῦς ἀποκαθαῖρόν τε καὶ πρὸς τὰ ἐπικαύματα, μετὰ γυναικείου
15
γάλακτος ὑπαλειφόμενον.