15
λαʹ.Περὶ μυῤῥίνης.Μυῤῥίνη. ἐξ ἐναντίων καὶ τοῦτο
16
τὸ φυτὸν οὐσιῶν σύγκειται. ἐπικρατεῖ δ’ ὅμως ἐν αὐτῷ γεῶδες
17
ψυχρὸν, ἔχει δὲ καὶ λεπτομερὲς θερμὸν, ὅθεν ἰσχυρῶς ξηραίνει.
18
ἔστι δὲ καὶ τὰ φύλλα καὶ οἱ βλαστοὶ καὶ ὁ καρπὸς 12.82
1
καὶ ὁ χυλὸς οὐ πολλῷ τινι διαφέροντα κατὰ τὴν στύψιν. ἡ
2
μέντοι τῷ στελέχει τε καὶ τοῖς κλάδοις αὐτοῖς ἐπίφυσις ὀχθώδης,
3
ἣν ἔνιοι μυρτάδα ὀνομάζουσιν, εἰς ὅσον δέ ἐστι ξηροτέρα
4
τῶν εἰρημένων, εἰς τοσοῦτο καὶ ξηραίνει καὶ στύφει σφοδρότερον.
5
ἀποτίθενται δ’ αὐτὴν ἔνιοι κόπτοντες, κᾄπειτ’ ἀναλαμβάνοντες
6
οἴνῳ καὶ τροχίσκους ἀναπλάττοντες. ἔστι δὲ καὶ
7
τὰ ξηρὰ φύλλα τῶν χλωρῶν ξηραντικώτερα, μέμικται γάρ τις
8
ὑγρότης δηλονότι τοῖς χλωροῖς. ὁ δὲ χυλὸς οὐκ ἐκ τῶν φύλλων
9
μόνον ἐκθλίβεται τῶν χλωρῶν, ἀλλὰ καὶ ἐκ τοῦ καρποῦ. στεγνωτικῆς
10
δ’ ἐστὶν ἅπαντα ταῦτα δυνάμεως, ἔξωθέν τε τοῦ
11
σώματος ἐπιτιθέμενα καὶ εἴσω λαμβανόμενα, διὰ τὸ μηδεμίαν
12
ἀναμεμιγμένην ἔχειν ἤδη δηλητήριον ἢ καθαρτικὴν οὐσίαν.