15
Κεφ. κεʹ.Ὥσθ’ ὅταν ἐπὶ τοῦ δακνῶδες εἶναι τὸ
16
ὄξος, ὅτι λεπτομερές ἐστι καὶ θερμὸν ἀναλογίζονταί τινες, 11.425
1
οὐ συγχωρητέον αὐτοῖς. οὐ γὰρ ἅπαν τὸ λεπτομερὲς θερμὸν
2
ἴσως μὲν οὖν οὐδὲ τὸ δακνῶδες ἅπαν λεπτομερές. ἀλλ’ ἔν
3
γε τῷ παρόντι συγκεχωρήσθω, καίτοι γ’ εἴχομεν λέγειν καὶ
4
χιὼν καὶ βοῤῥὰς καὶ ὕδωρ ψυχρὸν, οὐκ ὀφθαλμοῖς μόνον,
5
ἀλλὰ καὶ τοῖς ἕλκεσι καὶ πᾶσι τοῖς ἀραιοῖς σώμασιν ὑπάρχει
6
δακνῶδες· καθότι καὶ Ἱπποκράτης ἔλεγεν τὸ μὲν
7
ψυχρὸν δακνῶδες· ἀλλ’ εἰ καὶ τοῦτό τις, ὡς ἔφην, συγχωρήσειε,
8
τὸ πᾶν δακνῶδες εἶναι καὶ λεπτομερὲς, οὐκ εὐθὺς
9
καὶ θερμὸν εἶναι συγχωρήσει. οὐκοῦν τὸ ὄξος, ὅτι δακνῶδες,
10
διὰ τοῦτο καὶ θερμὸν, ἀλλὰ λεπτομερὲς μὲν ὥσπερ ἀὴρ
11
βόρειος, οὐ μὴν θερμόν γε.