10
κβʹ.Περὶ αἰγείας κόπρου.Ἀνθρωπείας μὲν γὰρ καὶ
11
κυνείας καὶ λυκείας ἐμνημόνευσα κόπρου, τῶν δ’ ἄλλων
12
οὐδέπω, καίτοι πλείους ἔτι τῶν εἰρημένων ὑπολείπονται, τινὲς
13
μὲν καὶ πάνυ συνεχῆ τὴν χρείαν παρέχουσαι, τινὲς δὲ
14
σπανιωτέραν. συνεχέστατα μὲν οὖν χρώμεθα ταῖς τῶν αἰγῶν
15
κόπροις, σπύραθοι δ’ ἰδίως ὀνομάζονται δριμείας καὶ
16
διαφορητικῆς οὖσαι δυνάμεως, ὡς καὶ τοῖς σκιῤῥουμένοις
17
ὄγκοις ἁρμόττειν οὐ σπληνὸς μόνον, ἐφ’ ὧν συνεχέστατα
18
χρῶνται πολλοὶ τῶν ἰατρῶν ταῖς τοιαύταις κόπροις, 12.298
1
ἀλλὰ καὶ ἄλλων μερῶν. ἔγωγ’ οὖν ἐπὶ γόνατος ἔχοντος ὄγκον
2
χρόνιον δύσλυτον ἐχρησάμην αὐτῇ δι’ ὀξυκράτου καταπλάττεσθαι
3
κελεύσας ἄλευρον κρίθινον ἐπιβαλλομένης τῆς κόπρου,
4
καὶ θαυμαστῶς ὁ ἄνθρωπος ὤνητο. τῶν δ’ ἀγροίκων
5
τις ἦν, ἐφ’ ᾧ τοῦτο ἐπράχθη. καὶ οὕτως ἤδη καὶ
6
ἄλλος ἀγροῖκος ἐφ’ ὁμοίων ὄγκων οὐ κατὰ γόνατος μόνον,
7
ἀλλὰ καὶ κατ’ ἄλλων μορίων ὁμοίως χρησάμενος ὠφελήθη.
8
δριμύτερον γάρ ἐστι τὸ φάρμακον ἢ ὥστε γυναῖκας ἀστυκὰς
9
ἢ παιδία θεραπεύειν, ἢ ὅλως τοὺς μαλακοσάρκους. ἀλλὰ περὶ
10
μὲν τῆς κατὰ μέρος χρήσεως ἁπάντων φαρμάκων ἐν τῷ περὶ
11
συνθέσεως αὐτῶν εἰρήσεται. καὶ ἐπὶ τῶν ὑδερικῶν τε καὶ
12
σπληνικῶν τῇ αἰγείᾳ κόπρῳ πολυειδῶς χρώμεθα. καὶ μέντοι
13
καὶ καυθεῖσα λεπτομερεστέρα μὲν, οὐ μὴν δριμυτέρα γε σαφῶς
14
γίνεται. διὸ καὶ πρὸς ἀλωπεκίας ἁρμόττει καὶ πάνθ’
15
ὅσα τῶν ῥυπτόντων δεῖται φαρμάκων, οἷον λέπρας τε καὶ
16
ψώρας καὶ λειχῆνας, ὅσα τ’ ἄλλα τοιαῦτα. μίγνυται δὲ καὶ
17
τοῖς διαφορητικοῖς καταπλάσμασιν, οἷα τὰ τῶν παρωτίδων 12.299
1
ἐστὶ καὶ τῶν βουβώνων κεχρονικότων. ἔστι γὰρ ἡ δύναμις
2
αὐτῆς ἀκαύστου καὶ κικαυμένης ῥυπτική τε καὶ διαφορητικὴ,
3
καὶ οὐ βραχύ γε τὸ διαφορητικὸν ἔχει. πρὸς γοῦν τὰ τῶν
4
ἐχιδνῶν δήγματα καὶ πολὺ δὴ μᾶλλον ἔτι τὰ τῶν ἄλλων
5
θηρίων ἰατρός τις τῶν ἐν ἀγροῖς τε καὶ κώμαις ἰατρευόντων
6
ἐχρῆτο δι’ ὄξους αὐτῇ καὶ διέσωσε πάνυ πολλούς. ὁ
7
δ’ αὐτὸς οὗτος ἰατρὸς καὶ τοῖς ἰκτερικοῖς ἐδίδου τὰς σπυράθους
8
δι’ οἴνου πίνειν καὶ πρὸς ῥοῦν γυναικεῖον ἐχρῆτο,
9
σὺν λιβανωτῷ προστιθείς. καὶ χρὴ γινώσκειν μὲν ἅπαντα
10
τὰ τοιαῦτα τὸν ἄριστον ἰατρὸν, ἐκλέγεσθαι δὲ τὰ βελτίω,
11
καὶ μάλιστ’ ἐπὶ τῶν ἀστυκῶν τε καὶ ἀξιολόγων ἀνδρῶν, ἐφ’
12
ὧν οὐκ ἄν ποτ’ ἐχρησάμην ἐγὼ τοιούτῳ φαρμάκῳ παμπόλλων
13
ἀμεινόνων εὐπορῶν. ὅμως δ’ οὖν γίγνεταί ποτε καὶ τῶν
14
τοιούτων ἡ χρεία κατὰ τὰς ὁδοιπορίας καὶ τὰ κυνηγέσια καὶ
15
τὴν ἐν ἀγρῷ διατριβὴν, ὅταν τι μὴ παρῇ τῶν βελτιόνων, ἢ
16
καὶ σκληρόσαρκος ὁ ἀγροῖκος ἄνθρωπος ᾖ, παραπλήσιος
17
ὄνῳ. πολλοὶ γὰρ τῶν τοιούτων κατὰ τοὺς ἀγροὺς εἰσὶν
18
ἄξιοι τοῦ πίνειν σπύραθα. ὅπερ δὲ κᾀν τοῖς ἔμπροσθεν ἐπ’ 12.300
1
οὔρων τε καὶ χολῶν καὶ σιάλων ἐῤῥέθη, τοῦτο καὶ νῦν μέμνησο,
2
τὴν μὲν καθόλου καὶ κοινὴν δύναμιν ἁπάσαις εἶναι
3
τὴν αὐτὴν, ἐξηλλάχθαι δὲ κατὰ τὰς τῶν ζώων κράσεις. τῶν
4
μὲν γὰρ ξηροτέρων τῇ κράσει ζώων καὶ ἡ κόπρος ἐστὶ ξηραντικωτέρα,
5
καθάπερ γε καὶ τῶν θερμοτέρων θερμαντικωτέρα,
6
ψύχει δ’ οὐδεμία, καθάπερ οὐδ’ ὑγραίνει. πολλὰ δ’
7
ἂν εἴη καὶ παρὰ τὴν φύσιν τῶν ἐδηδεσμένων αὐτῶν ἡ διαφορὰ,
8
καὶ διὰ τοῦτ’ ἐπ’ ἀνθρώπων μᾶλλον ἢ τῶν ἄλλων
9
ζώων μείζων ἐστὶν, ὅτι ποικιλωτάτης τῆς τροφῆς χρῆται τὸ
10
ζῶον τοῦτο. τί γὰρ ὅμοιον ἔχει σκόροδά τε καὶ κρόμμυα
11
φαγόντες ἢ κολοκύνθην, εἰ οὕτως ἔτυχεν; αἰγὸς δὲ σπύραθοι
12
βραχὺ μὲν ἄν τι διαφέροιεν ἀλλήλων παρὰ τὰς νομὰς,
13
οὐ μὴν τοσοῦτόν γε ὅσον αἱ τῶν ἀνθρώπων.