10
κζʹ.Περὶ σηπίας.Ἱκανῶς τὸ σηπίας ὄστρακον χαῦνόν
11
ἐστιν, οὐχ ὥσπερ τὰ τῶν ὀστρείων λιθώδη. τὸ μὲν οὖν
12
ῥύπτειν, ὥσπερ καὶ τἄλλα τῶν ὀστρακοδέρμων ὄστρακα,
13
κοινὸν αὐτῷ πρὸς ἐκεῖνα, καθάπερ γε καὶ τὸ ξηραίνειν. τὸ
14
δὲ τῆς οὐσίας λεπτομερὲς ἐξαίρετον αὐτῷ παρὰ τἄλλα ὑπάρχει,
15
διὸ καὶ καυθέντι χρώμεθα πρὸς ἀλφοὺς ἔφηλίν τε καὶ
16
φακοὺς καὶ ψώρας. ἀλλὰ καὶ τοῖς ὀρυκτοῖς ἁλσὶ μιχθὲν
17
ἀποτήκει τὰ κατ’ ὀφθαλμοὺς γινόμενα πτερύγια. καὶ πρὶν
18
καυθῆναι δὲ ὀπτώμενόν τε καὶ λειούμενον ὀδόντας τε λαμπρύνει 12.348
1
καὶ ξηραίνει τὰ ἕλκη. τῷ συμμέτρῳ αὐτοῦ τῆς
2
τραχύτητος καὶ πρὸς τὰς ἐν ὀφθαλμοῖς μεγάλας τραχύτητας,
3
ἃς καλοῦσιν συκώσεις, εἰώθαμεν χρῆσθαι, διαγλύφοντες ἐξ
4
αὐτοῦ παραπλήσιόν τι κολλυρίῳ κατὰ τὸ σχῆμα καὶ ἀνατρίβοντες
5
αὐτὰς ὡς αἱμάξαι. τούτου γὰρ γενομένου καὶ τὰ
6
καθαιρετικὰ τῶν κολλυρίων ἄμεινον ἐπ’ αὐτῶν ἐνεργεῖ.