1
μβʹ.Περὶ πυροῦ.Πυρὸς ὡς τροφὴ μὲν ὁποίας ἐστὶ
2
φύσεως οὐ τῆς νῦν ἔνεστι πραγματείας, ὡς φάρμακον δ’
3
ἔξωθεν ἐπιτιθέμενος ἐκ τῆς πρώτης ἐστὶ τάξεως τῶν θερμαινόντων,
4
οὐ μὴν οὔτε ξηραίνειν οὔθ’ ὑγραίνειν ἐπιφανῶς
5
πέφυκεν. ἔχει δέ τι καὶ γλίσχρον καὶ ἐμφρακτικόν. τὸ
6
δ’ ἐξ αὐτοῦ σκευαζόμενον ἄμυλον ψυχρότερόν τε καὶ ξηραντικώτερον
7
αὐτοῦ γίνεται. καὶ τὸ ἐξ ἄρτου δὲ κατάπλασμα
8
διαφορητικωτέρας ἐστὶ δυνάμεως ἤπερ τὸ ἐκ τῶν πυρῶν,
9
ὡς ἂν καὶ ἁλῶν καὶ ζύμης προειληφότος τοῦ ἄρτου. δυνάμεως
10
γὰρ ἐπισπαστικῆς τε καὶ διαφορητικῆς τῶν ἐκ τοῦ
11
βάθους ἐστὶν ἡ ζύμη.