Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.)
urn:cts:greekLit:tlg0057.tlg075
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
editio(nes) critica(e):
translatio Latina: De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, pp. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1


10  ζʹ.Περὶ καππάρεως.Καππάρεως μὲν τῆς
11 ῥίζης φλοιὸς ἐπικρατοῦσαν ἔχει τὴν πικρὰν ποιότητα, δευτέραν
12 δὲ τὴν δριμεῖαν, ἐφεξῆς δὲ ταύτῃ τὴν στρυφνήν. καὶ
13 δῆλον ὡς ἐκ διαφόρων τε καὶ μαχομένων σύγκειται δυνάμεων.
14 ῥύπτειν μὲν γὰρ δύναται καὶ διακαθαίρειν τε καὶ
15 τέμνειν τῇ συνιούσῃ πικρότητι, θερμαίνειν δὲ καὶ τέμνειν
16 καὶ διαφορεῖν τῇ δριμύτητι, συνάγειν δὲ καὶ πιλεῖν καὶ σφίγγειν
17 τῇ στρυφνότητι. καὶ διὰ τοῦτο σπλῆνας μὲν σκιῤῥώδεις,
18 εἴ πέρ τι καὶ ἄλλο, καὶ τοῦτο τὸ φάρμακον ὀνίνησιν, ἔξωθεν
19 δὲ τοῖς ἐπιτηδείοις καταπλάσμασι μιγνύμενον, εἴσω δὲ 12.10
1 τοῦ σώματος λαμβανόμενον, ἤτοι ἀφεψημένον ἐν ὄξει καὶ
2 ὀξυμέλιτι καὶ τοῖς τοιούτοις, ξηρὸν κεκομμένον ἀναμιγνύμενον
3 αὐτοῖς. καὶ γὰρ δὴ καὶ κενοῖ φανερῶς τοὺς γλίσχρους
4 καὶ παχεῖς χυμοὺς οὕτω ληφθὲν, οὐ δι’ οὔρων μόνον, ἀλλὰ
5 καὶ κατὰ γαστέρα. πολλάκις δὲ καὶ αἱματώδη διαχωροῦσιν,
6 ἐφ’ οἷς οἵ τε σπλῆνες ὀνίνανται καὶ αἱ κατ’ ἰσχίον ὀδύναι.
7 καὶ μὲν δὴ καὶ καταμήνια κινεῖ καὶ ἀποφλεγματίζει καὶ ῥήγμασι
8 καὶ σπάσμασι βοηθεῖ. τὸ δ’ ὅτῳ χρὴ πόματι μιγνύειν
9 αὐτὴν ἐφ’ ἑκάστου τῶν παθῶν, οὐ τῆς προκειμένης πραγματείας
10 ἐστὶν, ἀλλ’ ἤτοι τῆς περὶ συνθέσεως φαρμάκων, τῆς
11 θεραπευτικῆς μεθόδου. καὶ καταπλαττόμενος δὲ τοῖς κακοήθεσιν
12 ἕλκεσι τῆς ῥίζης φλοιὸς ἀγαθὸν φάρμακον, ὡς ἂν
13 ἀποῤῥύπτειν τε δυνάμενος αὐτὰ καὶ ξηραίνειν ἰσχυρῶς, καὶ
14 τοὺς τῶν ὀδόντων τε πόνους κατὰ τὰς προειρημένας ὠφελεῖ
15 ποιότητας, ἐνίοτε μὲν ὄξει συνεψηθεὶς, ἐνίοτε δ’ οἴνῳ,
16 πολλάκις δ’ αὐτὸς μόνος ἐνδακνόμενος. ἔστι δὲ οὐδὲ τούτων
17 τοὺς καιροὺς διορίσαι τῆς ἐνεστώσης πραγματείας. οὐ
18 γὰρ τοῦτο πρόκειται νῦν, ἀλλ’ ἐξ ἑκάστου τῶν κατὰ μέρος  12.11
1 ἔργων ἔνδειξίν τινα λαβεῖν τῶν δυνάμεων αὐτῆς, ἀναγαγόντα
2 τὸν λόγον ἐπὶ τὰς ἐξ ἀρχῆς ὑποκειμένας ἀρχάς. εὔδηλον
3 οὖν ἐκ τῶν εἰρημένων ὡς τμητική τις ἐν αὐτῇ δύναμίς
4 ἐστι καὶ ῥυπτικὴ καὶ διαφορητικὴ καὶ συνακτική. καὶ
5 γὰρ δὴ καὶ ἀλφοὺς ἀφαιρεῖ σὺν ὄξει καὶ χοιράδας καὶ ὄγκους
6 σκληροὺς διαφορεῖ, τοῖς ἐπιτηδείοις πρὸς ταῦτα φαρμάκοις
7 μιγνυμένη. τῷ δὲ φλοιῷ τῆς ῥίζης καρπὸς ἀνάλογον
8 ἔχει δυνάμεως, πλὴν ὅσον ἀσθενέστερός ἐστιν εἰς ἅπαντα.
9  καὶ μὲν δὴ καὶ τὰ φύλλα καὶ καυλὸς αὐτῶν
10 ὁμοίας εἰσὶ δυνάμεως, καὶ ἔγωγέ ποτε τοῖς φύλλοις οἶδα
11 διαφορήσας ἐν ὀλίγαις ἡμέραις χοιραδώδη σκληρότητα. μίγνυμεν
12 δ’ αὐτοῖς δηλονότι τῶν ἀμβλυνόντων τι τὸ σφοδρὸν
13 τῆς δυνάμεως. οὐδὲν δὲ θαυμαστὸν εἰ καὶ τοὺς ἐν ὠσὶ
14 σκώληκας χυλὸς ἀναιρεῖ διὰ τὴν πικρότητα. δ’ ἐν τοῖς
15 θερμοῖς πάνυ χωρίοις γεννωμένη κάππαρις, ὥσπερ καὶ ἐν
16 Ἀραβίᾳ, πολὺ τῆς παρ’ ἡμῖν ἐστι δριμυτέρα, ὥστε καὶ τῆς
17 καυστικῆς ἐπιπλέον μετέχει δυνάμεως.