7
στʹ. Περὶ χαμαιλέοντος.Χαμαιλέοντος ἡ ῥίζα τοῦ
8
μὲν μέλανος, ἔχει τι δηλητήριον, ὅθεν ἔξωθεν ἡ χρῆσις αὐτοῦ
9
πρὸς ψώρας καὶ λειχῆνας καὶ ἀλφοὺς καὶ ὅλως ὅσα
10
ῥύψεως δεῖται καὶ τοῖς μαλακτικοῖς καὶ διαφορητικοῖς μίγνυται
11
φαρμάκοις. καὶ τὰ φαγεδαινικὰ τῶν ἑλκῶν ἰᾶται καταπλασθεῖσα.
12
ἔστι γὰρ ξηρὰ κατὰ τὴν τρίτην ἤδη που τάξιν.
13
ἐν δὲ τῷ θερμαίνειν ἐκ τῆς δευτέρας συμπληρουμένης. ἡ δὲ
14
τοῦ λευκοῦ χαμαιλέοντος ῥίζα πρὸς ἕλμινθας πλατείας δίδοται
15
πλῆθος ὀξυβάφου μετ’ οἴνου αὐστηροῦ. προσφέρουσι
16
δ’ αὐτὴν καὶ τοῖς ὑδερικοῖς παραπλησίαν οὖσαν καὶ
17
αὐτὴν τῇ κράσει τῇ τοῦ μέλανος ῥίζῃ, πλὴν ὅσα πικροτέρα
18
ἐκείνης ἐστίν.