8
μθʹ.Περὶ σχίνου ἄνθους.Σχίνου ἄνθος θερμαίνει
9
μετρίως καὶ στύφει μετρίως ἔτι καὶ τῆς λεπτομεροῦς φύσεως
10
οὐκ ἀπήλλακται. τοιγάρτοι διὰ ταῦτα καὶ οὐρητικόν
11
ἐστι τὸ φάρμακον καὶ καταμηνίων ἀγωγὸν, ἐν πυρίαις τε
12
καὶ πόμασι παραλαμβανόμενον. ὠφελεῖ δὲ καὶ τὰς καθ’ ἧπαρ
13
καὶ στόμαχον καὶ κοιλίαν φλεγμονάς. ἔστι δ’ αὐτοῦ στυπτικωτέρα
14
μὲν ἡ ῥίζα, τὸ δὲ καλούμενον ἄνθος θερμότερον. ἐν
15
ἅπασι δὲ τοῖς μορίοις αὐτοῦ, τοῖς μὲν μᾶλλον, τοῖς δ’ ἧττον,
16
ἐμφαίνεταί τι γευόμενον στύψεως, δι’ ἣν καὶ πρὸς τοῖς αἱμοπτυϊκοῖς
17
διδομένοις μίγνυται φαρμάκοις.