16
στʹ. Περὶ πυρίτου.Εἷς τῶν ἰσχυρὰν δύναμιν ἐχόντων
17
ἐστὶν καὶ ὁ πυρίτης ὀνομαζόμενος, ᾧ χρώμεθα μιγνύντες
18
ἐμπλάστρῳ διαφορητικῷ. προσεμβάλλεται δ’ αὐτῇ καὶ ὁ 12.200
1
σχιστός. ὑπὸ τούτου τοῦ φαρμάκου καὶ πτύον μὲν πολλάκις,
2
ἀλλὰ καὶ θρομβώδης σύστασις ἐν ταῖς μεταξὺ χώραις
3
τῶν μυῶν γενομένη διεφορήθη. κεκόφθαι δὲ καὶ λελειῶσθαι
4
πάνυ σφόδρα χρὴ τοὺς λίθους ἅπαντας ὅταν εἰς χρῆσιν
5
ἄγωνται, παραπλησίως τοῖς εἰς τὰς ὀφθαλμικὰς δυνάμεις μιγνυμένοις.
6
εἰ μὴ γὰρ χνοώδεις γεννηθεῖεν ὡς εἰς τὸ βάθος
7
καταδύεσθαι τῶν σωμάτων οἷς προσφέρονται, παραπλήσιοι
8
μενοῦσι ταύταις ταῖς θαλαττίαις τε καὶ ποταμίαις ψάμμοις,
9
αἵτινες καὶ αὐταὶ τὴν μὲν κοινὴν ἁπάντων λίθων δύναμιν
10
ἔχουσιν. ξηραίνουσι γοῦν τὴν ὕποιδόν τε καὶ ὑδερώδη σάρκα,
11
κατακλινομένων ἐν αὐταῖς τεθερμασμέναις τῶν καμνόντων.
12
οὐ μὴν εἰς ἄλλο γέ τι χρώμεθα αὐταῖς, ὥσπερ τοῖς
13
προειρημένοις εἰς ὀφθαλμικάς τε καὶ σταλτικὰς αἵματος καὶ
14
ῥοῦ γυναικείου δυνάμεις, ἔτι τε κολλητικὸν ἑλκῶν, ἐπουλωτικόν
15
τε καὶ σαρκωτικόν. ὅσοι γὰρ αὐτῶν οὐκ εἰσὶ δριμεῖς,
16
εἰς ταῦτα πάντες εἰσὶ χρήσιμοι, καθάπερ οἱ δριμεῖς, ὧν
17
ὕστερον ἐμνημόνευσα, πρὸς τὸ ῥύψαι τε καὶ ἀποσμῆξαι 12.201
1
καὶ ἀφελεῖν, λεπτῦναί τε καὶ διαφορῆσαι καὶ σφοδρῶς ξηρᾶναι
2
καὶ τῆξαι.