1
ογʹ.Περὶ ἀτραφάξιος.Ἀτράφαξις ὑγρὰ καὶ ψυχρὰ
2
τὴν κρᾶσίν ἐστιν· ὑγρὰ μὲν δευτέρας τάξεως ἀπὸ τῶν
3
μέσων, ψυχρὰ δὲ πρώτης, ἥνπερ δὴ χλιαρὰν ἐλέγομεν εἶναι
4
θερμασίαν, οἵαπερ καὶ τοῖς ῥόδοις ἐστὶ, πλὴν οὐ μετέχει
5
στύψεως. ἀλλ’ ἔστιν ὑδατώδης καὶ ἥκιστα γεώδης, ὁμοίως
6
τῇ μαλάχῃ, καὶ δὴ καὶ κατὰ γαστέρα διεξέρχεται ταχέως,
7
ὥσπερ ἐκείνη διὰ γλισχρότητα. βραχὺ δέ τι παντάπασιν
8
ὑπάρχει διαφορητικὸν αὐτῆς. εἰσὶ δ’ αἱ κηπευόμεναι μαλάχαι
9
καὶ ἀτραφάξιες ὑγρότεραί τε πολὺ καὶ ψυχρότεραι
10
τῶν ἀγρίων. διὸ καὶ φλεγμοναῖς καὶ φυγέθλοις τοῖς μὲν
11
ἀρχομένοις τε καὶ αὐξανομένοις καὶ μαλακοῖς ἔτι καὶ οἷον
12
ζέουσιν αἱ κηπευόμεναι, ἀκμάζουσιν δὲ καὶ παρακμάζουσι
13
καὶ σκληρυνομένοις αἱ ἄγριαι συμφορώτεραι. ὁ δὲ καρπὸς
14
αὐτῆς ῥυπτικῆς ἐστι δυνάμεως, ὅθεν καὶ πρὸς ἰκτέρους τοὺς
15
ἐπὶ ἥπατος ἐμφράξεις χρήσιμος ὑπάρχει.