7
θʹ.Περὶ δρακοντίου.Δρακόντιον ἔχει μέν τι παραπλήσιον
8
ἄρῳ καὶ τοῖς φύλλοις καὶ τῇ ῥίζῃ. δριμύτερον δέ
9
ἐστιν αὐτοῦ καὶ πικρότερον, καὶ διὰ τοῦτο καὶ θερμαντικώτερόν
10
τε καὶ λεπτομερέστερον. ἔχει δέ τινα καὶ στύψιν
11
βραχεῖαν, ἧς συνιούσης ταῖς προειρημέναις δύο ποιότησι, τῇ
12
τε δριμείᾳ καὶ τῇ πικρᾷ, δραστήριον γίγνεται τὸ φάρμακον
13
ἐν τοῖς μάλιστα. καὶ γὰρ ἡ ῥίζα διακαθαίρει τὰ σπλάγχνα
14
πάντα, τοὺς παχεῖς μάλιστα καὶ γλίσχρους λεπτύνουσα χυμοὺς,
15
καὶ τῶν κακοήθων ἑλκῶν ἄριστόν ἐστι φάρμακον, ἀποκαθαίρει
16
τε καὶ ἀποῤῥύπτει γενικῶς τά τ’ ἄλλα τὰ ῥύψεως
17
δεόμενα καὶ ἀλφοὺς σὺν ὄξει. τά τε φύλλα, παραπλήσιον 11.865
1
ἔχοντα δύναμιν ἕλκεσί τε καὶ τραύμασι νεοτρώτοις ἁρμόττει,
2
καὶ ὅσῳ ἂν ἧττον ᾖ ξηρὰ τοσοῦτον μᾶλλον κολλᾷ. τὰ γὰρ
3
ξηρότερα δριμύτερα τὴν δύναμίν ἐστιν ἢ ὡς τραύμασι πρέπει.
4
πεπίστευται δὲ καὶ τυρὸν ὑγρὸν ἄσηπτον διαφυλάττειν,
5
ἔξωθεν αὐτῷ περιτιθέμενον, διὰ τὴν τῆς κράσεως ξηρότητα.
6
ὁ δὲ καρπὸς ἰσχυρότερος οὐ τῶν φύλλων μόνον, ἀλλὰ καὶ
7
τῆς ῥίζης ἐστὶν, ὥστε καὶ καρκίνους καὶ πολύποδας ἐκτήκειν
8
πεπίστευται. καὶ ὁ χυλὸς δ’ αὐτοῦ τὰ ἐν ὀφθαλμοῖς
9
ἀποκαθαίρει.