4
Κεφ. βʹ.Περὶ λίθων. αʹ.Περὶ ἐνεργουσῶν ποιοτήτων
5
τῶν λίθων.Τῶν αὐτοφυῶν σωμάτων εἰσὶ καὶ αἱ
6
λίθοι, διαφέρουσαι τῆς συνήθως ὀνομαζομένης γῆς τῷ μὴ
7
τέγγεσθαι. δυνάμεις δ’ ἔχουσι τὰς μὲν κατὰ τὴν ἰδιότητα
8
τῆς ὅλης οὐσίας, τὰς δὲ κατὰ τὰς δραστικὰς ποιότητας. ὅπως
9
δ’ ἀλλήλων διαφέρει ταῦτα πρόσθεν εἴρηται. νῦν οὖν ὁ λόγος
10
ἡμῖν ἔστω περὶ τῶν κατὰ τὰς δραστικὰς ποιότητας
11
ἐνεργουσῶν, ἐν αἷς ἐστι καὶ ἡ τῆς χρήσεως αὐτῆς μέθοδος.
12
ἐδείκνυντο γὰρ αἱ κατὰ τὴν ἰδιότητα τῆς ὅλης. οὐσίας δυνάμεις
13
ἀμέθοδοί τ’ εἶναι καὶ ἄλογοι καὶ δι’ ἐμπειρίας μόνης
14
γινωσκόμεναι. διὰ τί γὰρ ἥδε ἡ λίθος ἁψαμένη τραύματος
15
αἱμοῤῥαγοῦντος ἐπέχει τὴν φορὰν οὐκ ἴσμεν· διὰ τὶ μέντοι
16
τὸν αἱματίτην καλούμενον λίθον ἐμβάλλουσιν ὀφθαλμικαῖς
17
δυνάμεσιν ἴσμεν, ἔστι γὰρ εὕρημα λόγου τὸ τοιοῦτον. ἐὰν 12.193
1
γοῦν ἐπ’ ἀκόνης ὀφθαλμικῆς ἀποτρίψας μεθ’ ὕδατος αὐτὸν
2
εἰς πάχος μέλιτος ἐθελήσῃς γεύσασθαι, στυφούσης αἰσθήσῃ
3
δυνάμεως. ἔμαθες δ’ ὅτι τὰς αὐξανομένας ἔτι φλεγμονὰς, καὶ
4
μάλιστα ἐν νευρώδεσι μορίοις, ἀποκρούεσθαι δεῖ τοῖς στύφουσι
5
φαρμάκοις. ὅταν δὲ μηκέτ’ ἐπιῤῥέῃ τὸ αἷμα τῷ μέρει,
6
προσμιγνύναι τοῖς στύφουσιν τὰ διαφοροῦντα, καὶ κατὰ βραχύ
7
γε μεταβαίνειν ἐπ’ αὐτὰ μόνα. περὶ μὲν οὖν τῶν τοιούτων
8
δυνάμεων ἐν ταῖς λίθοις ἐροῦμεν, ἀναμνήσαντες πρότερον
9
ὧν ἐπὶ πλεῖστον διήλθομεν ἐν τοῖς πρὸς τοὺς ἐπιτιμῶντας
10
τοῖς σολοικίζουσιν τῇ φωνῇ. τούτων γὰρ ἔνιοι λίθον
11
ἀῤῥενικῶς οὐκ ἐπιτρέπουσι λέγειν, ἀλλ’ ἐὰν εἴπῃς, ἔμβαλλον
12
τὸν λίθον ἐπὶ τὸν κύνα, κεκράγασιν ὡς αὐτοὶ πεπληγμένοι
13
λίθῳ τὴν κεφαλήν· ὥσπερ γε καὶ ἂν τὸν δρῦν εἴπῃ τις, ὡς
14
ξύλῳ πεπληγότος ἐκβοῶσιν. ἐὰν οὖν ἐκείνοις τις πειθόμενος
15
τὰ συνήθη τοῖς ἰατροῖς ὀνόματα μεταῤῥυθμίζῃ, τὴν λίθον
16
λέγων τὴν αἱματῖτιν καὶ τὴν πυρῖτιν καὶ τὴν γαλακτῖτιν
17
καὶ τὴν σχιστὴν, ὡς περίεργός τε καὶ παράσημος καταγνωσθήσεται, 12.194
1
πάντων ἐξ ἔθους ἤδη παλαιῶν λεγόντων ἀῤῥενικῶς
2
τὰς διαφορὰς αὐτῶν, αἱματίτην, πυρίτην, γαλακτῖτην,
3
μελιτίτην, γαγάτην, σχιστὸν, Φρύγιον, Ἀράβιον, Μεμφίτην.
4
ἔμπαλιν δὲ τὴν πέτραν λέγουσιν θηλυκῶς, οὐ τὸν πέτρον
5
ἀῤῥενικῶς. Ἀσίαν οὖν πέτραν ὀνομάζουσιν, οὐκ Ἄσιον πέτρον,
6
τὸν λίθον Ἄσιον. οὕτως δὲ καὶ Ἀσίας πέτρας ἄνθος,
7
ἐκ πέτρας δὲ κεκαυμένης φασὶ γίνεσθαι τὴν τίτανον. ὅ γε
8
μὴν Ταραντῖνος Ἡρακλείδης καὶ ἄλλοι τινὲς οὐκ ἐκ πάσης
9
λίθου φασὶ γίγνεσθαι τὴν τίτανον, ἀλλ’ ἐκ μόνης γε τῆς
10
πέτρας, ὀνομάζοντες οὕτως κατ’ ἐξοχὴν τῶν λίθων μίαν τὴν
11
σκληροτάτην. ἐγὼ γοῦν ἐξεπίτηδες εἴωθα, μεταβάλλων τὰ
12
ὀνόματα, λέγειν ἑκατέρως ἅπαντα τὰ τοιαῦτα, περὶ ὧν ἀχρήστως
13
ἐρίζουσιν ἔνιοι, δεικνὺς ἔργῳ μηδὲν βλαπτομένην τὴν
14
σαφήνειαν τῆς ἑρμηνείας, ὁποτέρως ἄν τις εἴπῃ. θαυμαστὸν
15
δ’ οὐδὲν τοὺς ἀγνοοῦντας ὅτι τῆς κατὰ φύσιν ἑρμηνείας
16
ἤτοι μίαν μόνην ἀρετὴν θετέον εἶναι τὴν σαφήνειαν, ἢ πρώτην
17
γε τῶν ἄλλων ἁπασῶν καὶ ἀρίστην, εἰς τοσούτους λήρους 12.195
1
ἐκτρέπεσθαι. περὶ πρώτων οὖν ἐρῶ λίθων ὅσοι παρατριβόμενοι
2
θυίαις ἢ ἀκόναις εἰς χυλὸν ἀναλύονται.