1
Κεφ. ιʹ.Ἡ μὲν δὴ τῶν μαλαττόντων φαρμάκων δύναμις
2
αὐτάρκως μοι δεδήλωται, περὶ δὲ τῶν σκληρυνόντων
3
ἐφεξῆς δίειμι. χρὴ τοίνυν εἶναι ταῦτα ψυχρὰ καὶ ὑγρὰ, καθάπερ
4
ἀείζωόν τέ ἐστι καὶ ἀνδράχνη καὶ ψύλλιον ὅ τ’
5
ἐπὶ τῶν τελμάτων φακὸς, ἢ τὸ στρύχνον, ἢ τοῦτο μὲν οὐδὲ
6
ὑγρόν ἐστι τὴν κρᾶσιν, ἀλλὰ μέσον ὑγραίνοντος ἁπλῶς
7
καὶ ξηραίνοντος ἐξ ἐναντίων συγκείμενον δυνάμεων, ὑγραινούσης
8
τε καὶ ξηραινούσης, ὅτι καὶ διττῆς οὐσίας μετέχει, γεώδους
9
τε καὶ ὑδατώδους. ἀλλ’ οὐ πρόκειταί μοι νῦν ἐπὶ τὴν
10
κατὰ μέρος ὕλην ἀπάγειν τὸν λόγον, ἀλλὰ τὰς γενικὰς μόνον
11
ἀφορίσασθαι δυνάμεις. εἰ μὲν δή τι καὶ ψύχει καὶ ξηραίνει,
12
σκληρύνει μὲν καὶ τοῦτο πάντως, ἀλλ’ οὐκ ἔστι τῶν
13
ἰδίων σκληρυντικῶν. πήξει γὰρ μᾶλλον ἢ κενώσει τὸ σκληρὸν
14
γίγνεται σῶμα, καθότι καὶ πρόσθεν ἐλέγομεν. εἴ τι
15
δὲ ἐκ τοῦ τὴν σύμφυτον ὑγρότητα μὴ κατέχειν σκληρυνθῇ,
16
ξηρὸν μᾶλλον τοῦτο προσαγορεύομεν ἢ σκληρὸν, καὶ
17
ἡ ἴασις αὐτοῦ δίανσίς τε καὶ ὕγρανσίς ἐστι, καὶ οὐ μάλαξις, 11.741
1
ὥσπερ καὶ τοῦ συντεταμένου μὲν ἡ ἴασις χάλασίς
2
ἐστι, τοῦ κεχαλασμένου δὲ σύντασις.