Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.)
urn:cts:greekLit:tlg0057.tlg075
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
editio(nes) critica(e):
translatio Latina: De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, pp. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1


9 ιεʹ.Περὶ λιγνύος.Λιγνὺς ἅπασα μέν ἐστι ξηραντικὴ,
10 διὸ καὶ γεώδους ὑπάρχει τῆς οὐσίας, ἔχουσά τι καὶ τοῦ
11 κατακαύσαντος τὴν ὕλην πυρὸς λείψανον, ἀλλὰ τοῦτο μὲν
12 ὀλίγον. δ’ ὅλη φύσις αὐτῆς γεώδης ἐστὶ λεπτομερής. αἱ
13 κατ’ εἶδος δ’ ἐν αὐτῇ διαφοραὶ παρὰ τὴν καυθεῖσαν ὕλην
14 γίγνονται, ἐκ μὲν τῆς δριμυτέρας καὶ θερμοτέρας, τοιαύτης
15 καὶ τῆς λιγνύος ἀποτελουμένης,ἐκ δὲ τῆς γλυκυτέρας ὁμοίας
16 κᾀνταῦθα τῆς λιγνύος γιγνομένης. αὐτίκα γέ τοι τοῦ λιβανωτοῦ
17 τῇ λιγνύϊ χρῶνται, μιγνύντες εἰς τὰς ὀφθαλμικὰς δυνάμεις,
18 ἔτι τὰς ἐπὶ φλεγμαινόντων ἔτι τῶν ὀφθαλμῶν ἁρμοττούσας 12.62
1 καὶ ῥευματιζομένων καὶ ἕλκη ἐχόντων. καὶ γὰρ ἀνακαθαίρεται
2 ταῦτα καὶ σαρκοῦται πρὸς αὐτῶν, ἔτι τε καὶ
3 εἰς τὰς καλλιβλεφάρους ὀνομαζομένας δυνάμεις αὐτῷ χρῶνται,
4 καὶ τῆς τερμίνθης τε καὶ τῆς σμύρνης ἄλυπός ἐστι
5 παραπλησίως τῇ τοῦ λιβανωτοῦ, δὲ τοῦ στύρακος ἰσχυροτέρα
6 τούτων, ἔτι δὲ μᾶλλον τῆς ὑγρᾶς πίττης, καὶ ταύτης
7 ἔτι μᾶλλον τῆς κέδρου. χρῶνται δὲ τοῖς δριμυτέροις μὲν ἐπί
8 τε τῶν πτίλων ὀνομαζομένων βλεφάρων καὶ τῶν περιβεβρωμένων
9 κανθῶν καὶ ὑγρῶν ὀφθαλμῶν ἄνευ φλεγμονῆς. ταῖς
10 μαλακωτέραις δὲ καὶ πρὸς ταῦτα μὲν, ἀλλὰ καὶ πρὸς μικρῷ
11 πρόσθεν εἴρηται ἁρμόττειν τοῦ λιβανωτοῦ τὴν λιγνύν.