Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.)
urn:cts:greekLit:tlg0057.tlg075
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
editio(nes) critica(e):
translatio Latina: De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, pp. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1


16  δʹ.Περὶ τέφρας.Τέφρα. τῶν κεκαυμένων
17 ξύλων τὸ λείψανον οὕτω προσαγορεύεται, σύνθετον ὑπάρχον
18 ἐξ ἐναντίων οὐσιῶν τε καὶ ποιοτήτων. ἔχει γὰρ ἐν αὑτῷ 12.139
1 τὸ μέν τι γεῶδες, τὸ δ’ οἷον αἰθαλῶδες λιγνυῶδες ὅπως
2 ἂν ἐθέλῃ τις καλεῖν.  ταυτὶ μὲν οὖν τὰ μόρια λεπτομερῆ
3 τ’ ἐστὶ καὶ βρεχομένης ὕδατι τῆς τέφρας καὶ διηθουμένης
4 συναποφέρεται. ὅσον δ’ ὑπολείπεται γεῶδες, ἀσθενὲς
5 καὶ ἄδηκτον γίγνεται ἐν τῇ κονίᾳ τὴν θερμὴν δύναμιν ἀποτιθέμενον.
6 οὐχ ἅπασα δὲ τέφρα τὴν αὐτὴν ἀκριβῶς ἔχει
7 κρᾶσιν, ἀλλὰ κατὰ τὴν τῆς καυθείσης ὕλης διαφορὰν ὑπαλλάττεται.
8 Διοσκορίδης δὲ οὐκ οἶδ’ ὅπως στυπτικὴν αὐτὴν
9 ἔχειν φησὶ τὴν δύναμιν. καίτοι γε συκίνη πάσης ἀπήλλακται
10 τοιαύτης ποιότητος, ὅτι καὶ αὐτὸ τὸ δένδρον οὐχ
11 ὥσπερ δρῦς καὶ πρῖνος καὶ κόμαρος καὶ φηγὸς καὶ σχῖνος
12 καὶ κισσὸς, ὅσα τ’ ἄλλα τοιαῦτα, τὴν στρυφνὴν ἐπιφαίνει ποιότητα
13 κατ’ οὐδὲν ἑαυτοῦ μέρος, ἀλλ’ ἔστιν ὀποῦ πλῆρες
14 ὅλον ἰσχυροῦ καὶ θερμοῦ καὶ δριμέος. ἐκ μὲν δὴ τῶν στρυφνῶν
15 ξύλων τέφρα στυπτικὸν οὐκ ὀλίγον ἔχει, καὶ ἔγωγέ
16 ποτε δι’ αὐτῆς ἐπισχὼν αἱμοῤῥαγίας οἶδα, μηδενὸς ἑτέρου
17 παρόντος φαρμάκου. τῇ συκίνῃ δ’ οὐκ ἄν τις εἰς τοῦτο χρήσαιτό
18 ποτε, πολὺ γὰρ αὕτη γε τὸ δριμὺ καὶ τὸ καυστικὸν 12.140
1 ἔχει τῷ ῥυπτικῷ μεμιγμένον καὶ κατ’ ἄμφω διενήνοχε τῆς ἐκ
2 τῶν δρυΐνων ξύλων, ὅτι τε τὸ αἰθαλῶδες ἐν αὐτῇ πολλῷ
3 δριμύτερόν ἐστι καὶ ὅτι τὸ οἷον γεῶδες, ἐν ἐκείναις μὲν
4 ὑποστῦφόν πώς ἐστιν, ἐν ταύτῃ δὲ ῥυπτικὸν, ὥσπερ ἐν τῇ
5 τῶν τιθυμάλλων. ἔστι δὲ καὶ τίτανος εἶδός τι τέφρας,
6 λεπτομερεστέρα μὲν οὖσα τῆς ἐκ τῶν ξύλων, παρ’ ὅσον ἀκριβέστερον
7 οἱ λίθοι κατοπτᾶσθαι δέονται πρὸς τὸ γενέσθαι
8 τέφραν, ὅμως μὴν ἔχουσα καὶ αὐτὴ τὸ οἷον ἐμπύρευμα πολύ.
9 καὶ διὰ τοῦτο πλυθεῖσα ξηραντικὸν ἀδήκτως γίνεται φάρμακον,
10 καὶ μᾶλλον, εἰ δὶς καὶ τρὶς πλυθείη. διαφορητικὴ
11 δ’ ἱκανῶς γίνεται θαλάσσῃ πλυθεῖσα. λεχθήσεται δὲ ὑπὲρ
12 αὐτῆς κᾀπειδὰν περὶ τῶν μεταλλευομένων λόγος ἡμῖν
13 γίγνηται.