1
κστʹ.Περὶ ὀστρέων.Ὀστρέων τὸ ὄστρακον
2
καυθὲν ὁμοίας ἐστὶ δυνάμεως τῷ τῶν κηρύκων ὀστράκῳ,
3
καὶ μᾶλλον ἔτι λεπτομερεστέρας, ἀσφαλέστερον δ’ εἰπεῖν,
4
ἧττον παχυμεροῦς. ἅπαντα γὰρ γεώδη καὶ σκληρὰν τὴν τοῦ
5
σώματος ἔχοντα σύστασίν τε καὶ πῆξιν ἱκανῶς ἐστι παχυμερῆ,
6
διὸ καὶ λειοῦν ἐπιμελῶς αὐτὰ προσήκει. ὅταν οὖν ποτ’
7
εἴπωμεν ἕτερον ἑτέρου τούτων εἶναι λεπτομερέστερον, οὕτως
8
ἀκούειν χρὴ τῆς λέξεως, ὡς εἰ καὶ τὸν Ὀδυσσέα φαίημεν
9
εἶναι τοῦ Θερσίτου μείζονα, μικρῶν ἀμφοτέρων ὄντων, ἢ
10
τὸν Αἴαντα τοῦ Ἀχιλλέως μικρότερον, ἀμφοῖν καὶ τούτων
11
μεγάλων ὄντων. ἔχει δ’, ὡς εἴρηται καὶ πρόσθεν, ἅπαντα τὰ
12
τοιαῦτα τῆς συνακτικῆς τι δυνάμεως ἐν ἑαυτοῖς, δι’ ἣν καὶ
13
πιληθείσης αὐτῶν τῆς οὐσίας σκληρὰ καὶ γεώδη γέγονεν, ὃ
14
διὰ τῆς καύσεως ἀποβαλόντα τὴν ἐναντίαν ἐπικτᾶται δύναμιν,
15
ἣν διαφορητικὴν ὀνομάζομεν. εἰ δὲ πλύναις αὐτὰ καὶ
16
καύσαις, τὸ μὲν οἷον ἐμπύρευμα πᾶν ἐναποτίθεται τῷ ὕδατι,
17
καὶ τοῦτό γ’ ἐργάζεται θερμαῖνον λεπτομερῶς, ὡς καὶ σήπειν
18
ἐνίοτε. τὸ δὲ ὑπόλοιπον ἄδηκτον γίγνεται γεῶδες, ὃ 12.346
1
μάλιστά ἐστιν ἐπὶ τῶν ὑγρῶν ἑλκῶν χρήσιμον, εἰς πλήρωσίν
2
τε καὶ συνούλωσιν. τῷ δ’ οὖν ὀστράκῳ τῶν ὀνομαζομένων
3
ἰδίως ὀστρέων κεκαυμένῳ χρῶμαι πρὸς τὰς ἐκ ῥευμάτων
4
χρονίας καὶ δυσσαρκώτους κοιλότητας, ὅσαι συραγγώδεις
5
εἰσὶ καὶ βαθεῖαι, περιτεθεὶς ἔξωθεν αὐτὸ μετὰ παλαιοῦ
6
στέατος ὑείου. καλεῖται δ’ ὑπὸ τῶν πολλῶν ἀξούγγιον
7
τοῦτο. καὶ εἴς γε τὸν κόλπον αὐτὸν ἐμβάλλω τι τῶν
8
τὰ τοιαῦτα σαρκούντων, οἷόν ἐστι καὶ τὸ κεκαυμένον διφρυγὲς,
9
ὃ καλοῦσι σπεκάριον. ὁμοίας δὲ κατὰ γένος ἐστὶ
10
δυνάμεως καὶ τὰ τῶν ἄλλων ὀστρακοδέρμων ὄστρακα καυθέντα,
11
μάλιστα δ’, ὡς ἔφην, τὸ τῶν ὀστρέων, εἶτα τῶν κηρύκων
12
τε καὶ πορφυρῶν. μίγνυταί τε οὖν ἐμπλαστικαῖς δυνάμεσι
13
διαφορητικαῖς ἡ τοιαύτη τέφρα καὶ μετὰ στέατος
14
ἅπαντος διαφορεῖ. τῷ δ’ εἶναι διαφορητικώτερον τὸ παλαιὸν
15
ἐκείνῳ μᾶλλον μίγνυται. δριμύτερον δὲ τοῦ προσήκοντος
16
γίνεται τὸ φάρμακον, εἰ τῶν δριμέων τι μίξειας αὐτῷ
17
στεάτων, ὑπὲρ ὧν ἔμπροσθεν διωρισάμην. ἀλλὰ καὶ λαμπρύνει
18
τοὺς ὀδόντας ἡ τῶν τοιούτων ἁπάντων τέφρα, οὐ 12.347
1
μόνῳ τῷ ῥυπτικῷ τῆς δυνάμεως, ἀλλὰ καὶ τῷ τῆς οὐσίας
2
τραχεῖ, καθάπερ ἡ κίσσηρίς τε καὶ τὸ τῶν κλιβάνων ὄστρακον.
3
ἐν μὲν οὖν τῇ τοιαύτῃ χρήσει πάνυ σφόδρα λειοῦν οὐκ
4
ἀναγκαῖόν ἐστι τὰ οὕτω καυθέντα, τοῖς δὲ κακοήθεσιν ἕλκεσιν
5
ἐπὶ πάντων ἀκριβῶς προλειώσεις. καὶ τὰ ὑπερσαρκοῦντα
6
δὲ μετρίως καθαιρεῖ καὶ προστέλλει. μετά γε μὴν
7
ἁλῶν πάντα τὰ τοιαῦτα καυθέντα ποιεῖ μὲν καὶ τὸ τῶν
8
ὀδόντων σμῆγμα δραστικώτερον, ὡς τὰ πλαδαρὰ τῶν οὔλων
9
ξηραίνειν, ἀλλὰ καὶ τὰ σηπεδονώδη τῶν ἑλκῶν ὠφελεῖ.