Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.)
urn:cts:greekLit:tlg0057.tlg075
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
editio(nes) critica(e):
translatio Latina: De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, pp. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1


9 λζʹ.Περὶ κορύδων.γε μὴν κόρυδος τὸ πτηνὸν ζῶον
10 τουτὶ τὸ μικρὸν, καὶ κατὰ τὰς ὁδοὺς πολλάκις ὁρῶμεν,
11 ἑψόμενον ἐν τῷ ζωμῷ τοὺς κωλικοὺς ὠφελεῖ. χρὴ δὲ συνεχῶς
12 καὶ πολλάκις ἐσθίειν αὐτὸ μετὰ τοῦ ζωμοῦ. ἔχει δὲ ἐπὶ
13 τῆς κεφαλῆς τοῦτο τὸ ζῶον ὥσπερ τινὰ λόφον ἐκ τῶν τριχῶν
14 αὐτοφυῆ, δι’ ὃν καὶ μῦθος ὃν Ἀριστοφάνης κωμικὸς
15 ἔγραψεν ἐπλάσθη. λέγει δὲ περὶ αὐτοῦ τόνδε τὸν τρόπον·
16 ἀμαθὴς γὰρ ἔφυς καὶ πολυπράγμων, οὐδ’ Αἴσωπον
17 μεμάθηκας, ὃς ἔφασκε λέγων κόρυδον πρώτην πάντων ὀρνίθων
18 γενέσθαι, πρότερον τῆς γῆς, κᾄπειτα νόσῳ τὸν πατέρα
19 αὐτῆς ἀποθνήσκειν, γῆν δ’ οὐκ εἶναι, αὐτὸν δὲ προκεῖσθαι 12.361
1 πεμπταῖον, τὴν δ’ ἀποροῦσαν ὑπ’ ἀμηχανίας τὸν πατέρα
2 αὐτῆς ἐν τῇ κεφαλῇ κατορύξαι. τοῦτο δέ φασι καὶ τὸν Θεόκριτον
3 αἰνίττεσθαι λέγοντα,

4Οὐδ’ ἐπιτυμβίδιαι κορυδαλλίδες ἠλαίνοντι.


5 δηλοῦν γὰρ αὐτὸν τὰς τὸν τύμβον ἐπὶ τῆς κεφαλῆς ἐχούσας.
6 προσέθηκα δὲ ταῦτα τῷ λόγῳ, διὰ τὸ βούλεσθαι σαφῶς
7 δηλῶσαι τὸ ζῶον τὸν κόρυδον, ὁποίαν τινὰ τὴν ἐπὶ
8 τῆς κεφαλῆς ἀνάστασιν ἔχει τῶν τριχῶν, ἐπειδὴ τῆς ὠφελείας
9 αὐτοῦ πρὸς τοὺς κωλικοὺς ἐπειράθην, καὶ βούλομαι
10 καλῶς γνωρίσαι τοῖς οὐκ εἰδόσιν αὐτὸ, ἐπειδὴ τοῖς πυργήτοις
11 ὀνομαζομένοις ἔοικεν, ἀλλὰ τῷ τε λόφῳ διακρίνεται καὶ
12 βραχύ τι μείζων ἐστὶν αὐτοῦ. καὶ γάρ τοι καὶ κορυδαλὶς
13 καλουμένη βοτάνη καὶ αὐτοῖς κωλικοῖς ἁρμόττει. καί σοι καὶ
14 τοῦτο κατὰ τὸ πάρεργον ἐγνώσθω.