17
Κεφ. δʹ. Ἐῶ γὰρ λέγειν ὅτι οὐδὲ ἐπιστημονικοῖς
18
ἐν ἅπασι τοῖς τοιούτοις λόγοις οἱ σοφισταὶ χρῶνται 11.470
1
πρὸς τὴν τῶν λημμάτων εὕρεσιν, ἀλλ’ ἐξ ἐπαγωγῆς, καὶ τὸ
2
χεῖρον ἁπάντων, ὅτι μηδ’ ἐπισκεψάμενοί ποτε περὶ φύσεως
3
ἐπαγωγῆς, μηδ’ ἄν τις αὐτοὺς εἰς τοῦτο προκαλῆται, τολμῶντες
4
ἀκολουθεῖν, ἀλλὰ καὶ τοῖς ὑπὲρ ἀποδείξεώς τι πραγματευομένοις
5
ἐπιτιμῶντες. ἔτι δὲ χεῖρον ὅτι μηδ’ ἐξ ἐπαγωγῆς
6
μόνον, ἀλλ’ ἐκ παραδειγμάτων ἐνίοτε συλλογίζονται,
7
καθάπερ οἱ ῥήτορες. ὅ τε γὰρ φάσκων ψυχρὸν εἶναι τοὔλαιον,
8
ὅτι καὶ γλίσχρον, ὥσπερ καὶ τὸ φλέγμα, διὰ παραδείγματος
9
συλλογίζεται, τὴν ἴσην ἰσχὺν τῆς ἀποδείξεως παρέχων ὁμοίως
10
τῷ λέγοντι θερμὸν ὑπάρχειν αὐτὸ, διότι γλίσχρον ἐστὶν, ὡς
11
ὁ ἰξός· ὅ τε φάσκων θερμὸν εἶναι, ὅτι ῥᾳδίως ἐκφλογοῦται
12
καθάπερ ἄσφαλτος, τῷ λέγοντι ψυχρὸν εἶναι, διότι ῥᾳδίως
13
πήγνυται, καθάπερ ὕδωρ. τὸ γὰρ ἐκ παραδείγματος ἢ ἐκ
14
παραδειγμάτων πιστοῦσθαί τι διαφέρει τοῦ δι’ ἐπαγωγῆς
15
πιστουμένου τῷ τὸν μὲν ἐκ παραδειγμάτων πιστούμενον
16
ἓν μὲν ἢ δύο τῶν ὁμογενῶν λέγειν, ἢ πάντως γε ὀλίγα
17
τὰ πλείω παραλείποντα, τὸν δ’ ἐξ ἐπαγωγῆς ἅπαντα περιλαμβάνειν
18
πειρᾶσθαι τὰ διὰ τῆς ἐμπειρίας ἐγνωσμένα, καὶ 11.471
1
μηδὲν ὡς οἷόν τε παραλιπεῖν ὃ προφανές τε καὶ δῆλον τοῖς
2
πολλοῖς, ἀλλὰ ἀποκεκρυμμένον τε καὶ ὀλίγοις γνωστόν. ὅθεν
3
καὶ βίαιός ἐστιν καὶ πείθει σφοδρῶς ἡ διὰ πάντων τῶν ἐξ
4
ἐμπειρίας γινωσκομένων ἐπαγωγὴ καὶ μόνοις αὐτοῖς ἡ ἀλαζονεία
5
κατάφωρος γίνεται τοῖς γεγυμνασμένοις ἐν ἀποδεικτικαῖς
6
μεθόδοις. καὶ διὰ τοῦθ’ ἡμεῖς ἐπιπλέον ὑπὲρ αὐτῆς ἐν
7
τοῖς περὶ τῆς ἀποδείξεως ὑπομνήμασιν διήλθομεν. ἴσως
8
δ’ ἄν ποτε καὶ κατὰ μόνας ἓν ὑπὲρ αὐτῆς ἰδίᾳ συνθείημεν
9
γράμμα.