10
ιθʹ.Περὶ κυνείας πόπρου.Ἐγὼ γοῦν οἶδα καὶ αὐτὸς
11
θαυμαστῆς δυνάμεως πειραθεὶς ἀνθρωπείας τε καὶ κυνὸς
12
κόπρου. λέξω δέ σοι περὶ προτέρας τῆς κυνείας, ᾗ συνεχῶς
13
ἐχρῆτό τις τῶν ἡμετέρων διδασκάλων, ὀστᾶ διδοὺς ἐσθίειν
14
κυνὶ μόνα δυεῖν ἐφεξῆς ἡμερῶν, ἐξ ὧν σκληρὰ καὶ λευκὴ
15
καὶ ἥκιστα δυσώδης ἡ κόπρος γίγνεται. ταύτην οὖν λαμβάνων
16
ἐξήραινεν, ὡς ὕστερον ὁπότε βούληται χρῆσθαι λειοῦσθαι
17
ῥᾳδίως. ἐχρῆτο δ’ αὐτῇ πρός τε συνάγχας καὶ δυσεντερίας 12.292
1
καὶ τὰ παλαιότατα τῶν ἑλκῶν. πρὸς μὲν οὖν συνάγχας,
2
ἀναμιγνὺς τοῖς καὶ ἄλλως ἁρμόττουσιν πρὸς τὸ πάθος
3
τοῦτο φαρμάκοις· ἐπὶ δὲ δυσεντερικῶν τῷ ἀφεψημένῳ
4
γάλακτι, τῶν καλουμένων καχλήκων διαπύρων ἐμβεβλημένων,
5
ἢ ὡς ὕστερον ἐγὼ διὰ τὸ εὐπόριστον ἐπὶ τὸν σίδηρον
6
ἧκον, ἐμβάλλων τοῦτον διάπυρον τῷ γάλακτι καλῶς
7
προαφεψημένῳ. καλοῦσι δ’ ἔνιοι τῶν ἰατρῶν οὐκ οἶδ’
8
ὅπως τὸ τοιοῦτον γάλα σχιστόν. ἐχρῆν γὰρ οὐ τοῦτο καλεῖν
9
οὕτως, ἀλλ’ ἐφ’ ὧν χωρίζομέν τε καὶ σχίζομεν ἀπὸ τοῦ
10
τυρώδους τὸν ὀῤῥόν. ἀλλὰ τῆς κυνείας κόπρου ξηρᾶς λειώσας
11
ὁ ἰατρὸς ἐνέβαλλε τῷ τοὺς κάχληκας ἐναπεσβεσμένους
12
ἔχοντι γάλακτι λανθανόντως καὶ μόνους τοὺς γνησιωτάτους
13
μαθητὰς ἐδίδαξε τοῦτο. τούτων μὲν οὖν τῶν δύο χρήσεων
14
τῆς κυνείας κόπρου πάνυ πολλὴν ἔχω πεῖραν ὡς θαυμαστοῦ
15
φαρμάκου, καθάπερ καὶ τῆς ἐπὶ τῶν κακοηθεστάτων ἑλκῶν.
16
ἐμίγνυε γὰρ οὖν κᾀπ’ ἐκείνων τοῖς δοκίμοις φαρμάκοις τῆς
17
κυνείας κόπρου βραχὺ, καὶ σαφῶς ἰσχυρότερον ἑαυτοῦ τὸ
18
φάρμακον ἐγίγνετο, καὶ εἴ που διαφορῆσαί τι καὶ ξηράναι,
19
κἀκείνοις τοῖς φαρμάκοις ἐμίγνυεν.