8
δʹ.Περὶ ἱππούριδος.Ἵππουρις στυπτικὴν μετὰ πικρότητος
9
ἔχει ποιότητα, καὶ διὰ τοῦτο ξηραντικὴν ἰσχυρῶς
10
τε ἅμα καὶ ἀδήκτως. τραύματα οὖν τὰ μέγιστα καταπλαττομένη
11
κολλᾷ, κᾂν νεῦρα διατετμημένα τύχῃ καὶ τὰς
12
καλουμένας ἐντεροκήλας, ἀλλὰ καὶ πρὸς τὰς ἀναγωγὰς τοῦ
13
αἵματος, καὶ πρὸς ῥοῦν τὸν γυναικεῖον καὶ μάλιστα τὸν
14
ἐρυθρὸν, ἔτι τε δυσεντερίας καὶ τἄλλα τὰ κατὰ τὴν γαστέρα
15
ῥεύματα, γενναῖόν ἐστι φάρμακον ἡ πόα πινομένη δι’ ὕδατος
16
ἢ οἴνου. γράφουσι δ’ ὑπὲρ αὐτῆς τινες ὡς καὶ κύστεως
17
ἰάσατό ποτε καὶ τῶν λεπτῶν ἐντέρων τραύματα ὁ
18
χυλὸς αὐτῆς. αἱμοῤῥαγίας τε τὰς ἐκ ῥινῶν ὠφελεῖ καὶ κατὰ 11.890
1
τὴν γαστέρα ῥοώδη πάθη, σύν τινι τῶν αὐστηρῶν οἴνων
2
πινόμενος καὶ δι’ ὕδατος, ἂν πυρέττοντες τύχωσιν.