8
λγʹ.Περὶ κοχλιῶν.Κοχλίαι δὲ ὅλοι, μετὰ τῶν ὀστράκων
9
καιόμενοι μιγνυμένης αὐτοῖς κηκίδος ὀμφακίτιδος καὶ
10
πεπέρεως λευκοῦ, μεγάλα ὠφελοῦσι δυσεντερίας, ἐφ’ ὧν οὐδέπω
11
σηπεδονώδη τὰ ἕλκη. προσήκει δ’ εἶναι τοῦ μὲν πεπέρεως
12
ἓν μέρος, τῆς δὲ κηκίδος δύο, τέσσαρα δὲ τῆς τέφρας
13
τῶν κοχλιῶν. ἀκριβῶς λεῖα ποιήσας ταῦτα, τοῖς τ’ ὄψοις
14
ἐπίπαττε καὶ δίδου πίνειν δι’ ὕδατος ἢ οἴνου λευκοῦ τε καὶ
15
αὐστηροῦ. χωρὶς δὲ τοῦ μιχθῆναι κηκίδι, κοχλιῶν ἡ τέφρα
16
ξηραντικῆς ἱκανῶς ἐστι δυνάμεως, ἐχούσης τι διὰ τὴν καῦσιν
17
καὶ θερμοῦ. ἄκαυστοι δ’ οἱ κοχλίαι λειωθέντες ἅμα τοῖς
18
ὀστράκοις ἐπιτίθενται κατά τε τῆς γαστρὸς ὅλης ἐπὶ τῶν 12.356
1
ὑδερικῶν, κατά τε τῶν ἐν τοῖς ἄρθροις ὄγκων ἐπὶ τῶν ἀρθριτικῶν.
2
καὶ γίνεται μὲν ἡ πρόθεσις αὐτῶν δυσαφαίρετος, ἱκανῶς
3
δὲ ξηραίνει. καὶ μέντοι καὶ προσκεῖσθαι διὰ παντὸς ἐᾷν
4
αὐτοὺς προσῆκεν, ἄχρις ἂν ἀποπέσωσιν αὐτόματα. τοῦτο δὲ
5
ποιητέον κᾀπὶ τῶν δυσλύτων ἐκ πληγῆς ὄγκων καὶ περὶ
6
θλάσεως γενομένης ἐν ὠσί. ξηραίνουσι γὰρ ἱκανῶς ἅπαντας
7
αὐτοὺς, κᾂν γλίσχρον καὶ παχὺ κατὰ βάθους ὑγρὸν
8
περιέχηται.