11
Κεφ. κβʹ. Τοῦτο μὲν οὖν, οἷον ὁδοῦ τι πάρεργον
12
λελέχθω. τὰ δ’ ἐν τῷ πλησιάζειν ἡμῖν ἤτοι κατὰ διάβρωσιν,
13
ἢ κατὰ σῆψιν ἀναιροῦντα, περὶ τούτων γὰρ ἦν ὁ
14
λόγος, εὐλόγως ὑπείληπται τῷ γένει δηλητήρια τῆς ἀνθρώπου
15
συστάσεως ὑπάρχειν, οὐχ ὥσπερ τὰ ψύχοντα τῷ ποσῷ
16
μόνον. ταῦτα μὲν γὰρ καὶ νικᾶταί ποτε καὶ τροφὴ γίγνεται
17
τοῦ ζώου, τὰ δὲ σηπόμενα κᾂν ἐλάχιστα τοῖς ὄγκοις ληφθῇ,
18
πάντως διαφθείρεται, τῷ σήπεσθαι μὲν ἅπαντα τὰ σηπτὰ, 11.608
1
θερμαινόμενά τε καὶ ὑγραινόμενα, θερμὸν δὲ εἶναι καὶ
2
ὑγρὸν τὸ αἷμα. παύσασθαι τοίνυν οὐδέποτε δύναται σηπόμενά
3
τε καὶ ἀντισήποντα; τὰ σηπεδονώδη φάρμακα. καὶ
4
διὰ τοῦτο μετὰ πάμπολυν ἔνια χρόνον ἀναιρεῖ τοῦ ληφθῆναι,
5
καὶ μάλισθ’ ὅσα παχυμερῆ καὶ γεώδη ταῖς οὐσίαις
6
ἐστίν. ἐνιζάνοντα γὰρ ταῦτα τοῖς σώμασιν ἡμῶν, εἶτα ἐν
7
τῷ χρόνῳ σηπόμενα, διαβιβρώσκει τε καὶ συνδιαφθείρει τὰ
8
πλησιάζοντα τοῦ ζώου μόρια.