15
νστʹ.Περὶ ἀριστολοχίας.Ἀριστολοχίας ἡ ῥίζα χρειωδεστάτη
16
πρὸς τὰς ἰάσεις, πικρὰ καὶ ὑπόδριμυς ὑπάρχουσα.
17
λεπτομερεστέρα δ’ ἐξ αὐτῶν ἐστιν ἡ στρογγύλη καὶ κατὰ
18
πάντα δραστικωτέρα. τῶν δ’ ἄλλων δυοῖν ἡ μὲν κληματῖτις 11.836
1
εὐωδεστέρα μὲν, ὥστε καὶ πρὸς τὰ μύρα χρῆσθαι τοὺς
2
μυρεψοὺς αὐτῇ, πρὸς τὰς ἰάσεις δ’ ἀσθενεστέρα. ἡ μακρὰ
3
δ’ ἧττον μὲν λεπτομερής ἐστι τῆς στρογγύλης, οὐ μὴν οὐδ’
4
αὐτή γε ἄπρακτος, ἀλλ’ ἔστι τῆς ῥυπτικῆς τε καὶ θερμαντικῆς
5
δυνάμεως, καὶ τῆς στρογγύλης ἧττον μὲν ῥύπτει καὶ
6
διαφορεῖ, θερμαίνει δ’ οὐχ ἧττον, ἀλλ’ ἴσως καὶ μᾶλλον.
7
ὅθεν ἐφ’ ὧν μέν ἐστι χρεία τοῦ μετρίως ῥύπτειν, ἡ μακρὰ
8
χρησιμωτέρα, καθάπερ ἔν τε ταῖς τῶν ἑλκῶν σαρκώσεσι καὶ
9
ταῖς τῶν ὑστερῶν πυρίαις· ἐφ’ ὧν δὲ παχὺν χυμὸν
10
ἰσχυρότερον λεπτῦναι, τῆς στρογγύλης ἡ χρεία. διὰ τοῦτο
11
καὶ τὰ δι’ ἔμφραξιν ἤ τι πάχος ἀπέπτων πνευμάτων ἀλγήματα
12
θεραπεύει μᾶλλον ἡ στρογγύλη καὶ σκόλοπας ἀνάγει
13
καὶ σηπεδόνας ἰᾶται καὶ τὰ ῥυπαρὰ τῶν ἑλκῶν καθαίρει
14
καὶ ὀδόντας καὶ οὐλὰς λαμπρύνει. βοηθεῖ δὲ καὶ ἀσθματικοῖς
15
καὶ λύζουσιν, ἐπιληπτικοῖς τε καὶ ποδαγρικοῖς, μεθ’
16
ὕδατος πινομένη, καὶ ῥήγμασι δὲ καὶ σπάσμασιν εἴπερ τι
17
ἄλλο φάρμακον ἐπιτήδειός ἐστιν.