12
λεʹ.Περὶ χαλκίτεως.Χαλκῖτις, εἴρηται περὶ αὐτῆς ἐν
13
τῷ περὶ μίσυος λόγῳ, νῦν οὖν ἀρκέσει τοσοῦτον εἰπεῖν, ὡς
14
μεμιγμένας ἔχει τήν τε στυπτικὴν καὶ δριμεῖαν δύναμιν. ἐπικρατεῖ
15
δ’ ἡ δριμεῖα σφοδρά τις οὖσα μέχρι τοῦ καίειν τε τὴν
16
σάρκα καὶ τὴν καλουμένην ἐσχάραν ἐργάζεσθαι. καυθὲν δὲ
17
τὸ φάρμακον τοῦτο δάκνει μὲν ἧττον, ξηραίνει δ’ οὐχ ἧττον,
18
ἀποτίθεται δὲ καὶ τῆς στύψεως οὐκ ὀλίγον, ὥστε πάντῃ 12.242
1
κρείττων ἐστὶν ἡ κεκαυμένη χαλκῖτις τῆς ἀκαύστου, λεπτομερεστέρα
2
μὲν, ὥσπερ καὶ τἄλλα τὰ κεκαυμένα, γιγνομένη, δριμύτητα
3
δ’ οὐ προσλαμβάνουσα, καθάπερ ἄλλα πολλά. μεμάθηκας
4
δὲ καὶ ὅτι πάντα τὰ κεκαυμένα πλυνόμενα μετριώτερά
5
τε καὶ ἀδηκτότερα γίγνεται.