3
ιστʹ.Περὶ πετροσελίνου.Πετροσελίνου τὸ σπέρμα
4
μάλιστ’ ἐστὶ χρήσιμον, οὔσης καὶ ὅλης τῆς πόας ἅμα ταῖς
5
ῥίζαις ὁμοίας μὲν, ἀσθενεστέρας δὲ δυνάμεως. ἔστι δ’ ὥσπερ
6
ἐν τῇ γεύσει δριμὺ μετὰ πικρότητος, οὕτω κᾀν τοῖς ἔργοις
7
θερμὸν ἅμα τῷ τέμνειν, καὶ διὰ ταῦτα καταμήνιά τε καὶ
8
οὖρα προτρέπει δαψιλῶς. ἔστι δὲ καὶ ἄφυσον. εἴη ἂν οὖν
9
καὶ αὐτὸ τῆς τρίτης τάξεως τῶν θερμαινόντων τε καὶ ξηραινόντων.
10
οἱ δ’ ἐν Κιλικίᾳ πετροσέλινον μόνον ὀνομάζουσιν
11
τὸ ἐν τῷ Ἀμάνῳ γεννώμενον. ἔστι δὲ σμύρνιον μᾶλλον
12
ἢ πετροσέλινον, οὐ μὴν παραλλάττει γε πολὺ τὴν πετροσελίνου
13
δύναμιν.