10
κηʹ.Περὶ μυρίκης.Μυρίκη ῥυπτικῆς καὶ τμητικῆς
11
ἐστι δυνάμεως, ἄνευ τοῦ ξηραίνειν ἐπιφανῶς, ἔχει δέ τινα καὶ
12
στύψιν. καὶ διὰ ταύτας τὰς ποιότητάς τε καὶ δυνάμεις
13
σπλῆνα μὲν ἱκανῶς ὀνίνησιν ἐσκιῤῥωμένον σὺν ὄξει, ἢ οἴνῳ
14
τῶν ῥιζῶν, ἢ τῶν ἀκρεμόνων, ἢ τῶν φύλλων ἀφεψομένων.
15
ἰᾶται δὲ καὶ ὀδονταλγίας. ὁ καρπὸς δὲ καὶ ὁ φλοιὸς
16
οὐ βραχεῖαν στύψιν προσειλήφασιν, ὥστε καὶ κηκίδος ὀμφακίτιδος
17
ἐγγὺς ἥκειν, πλὴν ὅσῳ μὲν ἡ στρυφνότης ἐναργής
18
ἐστιν ἐν τῇ κηκίδι, τῷ δὲ καρπῷ τῆς μυρίκης ἡ κρᾶσις 12.81
1
ἀνώμαλος. ἀναμέμικται γὰρ αὐτοῦ τῇ φύσει πολὺ τὸ ῥυπτικόν
2
τε καὶ λεπτομερὲς, ὃ μὲν οὐχ ὑπάρχει τῇ κηκίδι. χρήσασθαι
3
μέντοι τις αὐτῷ δύναται, μὴ παρούσης κηκίδος εἰς
4
ὅσα περ ἐκείνῃ, κατὰ τὰ αὐτὰ καὶ τῷ φλοιῷ. καὶ ἡ τέφρα
5
δὲ καυθείσης τῆς μυρίκης ξηραντικῆς ἱκανῶς γίνεται δυνάμεως,
6
ἐχούσης πλεῖστον μὲν τὸ ῥυπτικόν τε καὶ τμητικὸν,
7
ὀλίγον δὲ τὸ στυπτικόν.