11
λδʹ.Περὶ ἀμπέλου λευκῆς.Ἀμπέλου λευκῆς, ἣν δὴ
12
βρυωνίαν καὶ ψίλωθρον καλοῦσιν, οἱ μὲν πρῶτοι βλαστοὶ
13
συνήθως ὑπὸ πάντων ἐσθίονται κατὰ τὸ ἔαρ, ὡς εὐστόμαχον
14
ἔδεσμα διὰ τὸ στύφειν, καὶ ὑπόπικρον δὲ καὶ ἀτρέμα
15
δριμεῖαν ἔχον τὴν στύψιν· διὸ καὶ τὴν οὔρησιν κινοῦσι μετρίως.
16
ἡ δὲ ῥίζα ῥυπτικήν τέ τινα καὶ ξηραντικὴν καὶ λεπτομερῆ
17
δύναμιν ἔχει καὶ συμμέτρως θερμήν. διὸ καὶ σπλῆνας
18
τήκει σκιῤῥουμένους, πινομένη τε καὶ ἔξωθεν ἐπιτιθεμένη μετὰ 11.827
1
σύκων καὶ ψώραν καὶ λέπραν ἰᾶται. ὁ δὲ βοτρυώδης αὐτῆς
2
καρπὸς τοῖς σκυτοδέψαις ἐστὶ χρήσιμος.