15
ιʹ.Περὶ γλυκυσίδης.Γλυκυσίδην, ἣν καὶ πεντόροβον 11.859
1
ὀνομάζουσι καὶ παιονίαν, ῥίζαν ἀτρέμα στύφουσαν ἔχει μετά
2
τινος γλυκύτητος, ἐπὶ πλέον δὲ μασωμένη καὶ δριμύτητος
3
ὑποπίκρου. ταῦτ’ ἄρα καταμήνιά τε κινεῖ, μέγεθος ἀμυγδάλου
4
σὺν μελικράτῳ πινομένη· κόπτειν δὲ δηλονότι χρὴ καὶ
5
διαττᾷν αὐτὴν καὶ οὕτως ἐπιπάττειν. ἐκκαθαίρει δὲ καὶ ἧπαρ
6
ἐμπεφραγμένον καὶ νεφρούς. ἀλλὰ ταῦτα μὲν ᾗ δριμεῖά τέ
7
ἐστι καὶ ὑπόπικρος ἐργάζεσθαι πέφυκεν, ᾗ δ’ ἔχει τι καὶ
8
στυπτικὸν, ἵστησι τὰ κατὰ τὴν γαστέρα ῥεύματα. χρὴ δ’
9
αὐτὴν ἐν οἴνῳ τηνικαῦτα τῶν αὐστηρῶν τινι καθεψήσαντα
10
πίνειν. ὅλως δὲ ξηραντικὴ τὴν δύναμίν ἐστιν ἰσχυρῶς, ὥστ’
11
οὐκ ἂν ἀπελπίσαιμι καὶ περιαπτομένην αὐτὴν εὐλόγως πεπιστεῦσθαι
12
παιδίων ἐπιληψίας ἰᾶσθαι. καὶ οἶδά γέ ποτε
13
παιδίον ὀκτὼ μησὶ μηδ’ ὅλως ἐπιληφθὲν ἐξ ὅτου τῆς ῥίζης
14
ἐφόρει, ὡς δ’ ἀπεῤῥύη πως ἀπὸ τοῦ τραχήλου τὸ περιάπτον,
15
εὐθὺς ἐπελήφθη, καὶ αὖθίς τε περιαφθέντος ἑτέρου πάλιν
16
ἀμέμπτως εἶχεν. ἔδοξε δέ μοι κάλλιον εἶναι καὶ αὖθις ἀφελεῖν
17
αὐτὸ πείρας ἕνεκα, καὶ οὕτω πράξαντες, ἐπειδὴ πάλιν 11.860
1
ἐσπάσθη, μέγα τε καὶ πρόσφατον μέρος τῆς ῥίζης ἐξηρτήσαμεν
2
αὐτοῦ τοῦ τραχήλου, κᾀντεῦθεν ἤδη τοῦ λοιποῦ τελέως
3
ὑγιὴς ἐγένετο ὁ παῖς καὶ οὐκέτ’ ἐπελήφθη. εὔλογον οὖν
4
ἦν ἢ ἀποῤῥέοντά τινα τῆς ῥίζης μόρια, κᾄπειτα διὰ τῆς εἰσπνοῆς
5
ἑλκόμενα, θεραπεύειν οὕτω τοὺς πεπονθότας τόπους ἢ
6
καὶ τοῦ ἀέρος αὐτοῦ τρεπομένου καὶ ἀλλοιουμένου πρὸς τῆς ῥίζης.
7
οὕτω γάρ τοι καὶ ὁ Κυρηναῖος ὀπὸς ὀνίνησι γαργαρεῶνα
8
φλεγμαίνοντα καὶ τὸ πεφρυγμένον μελάνθιον ἐναργῶς
9
ξηραίνει κατάῤῥους καὶ κορύζας, εἴ τις δήσας αὐτὸ θερμὸν εἰς
10
ὀθόνιον ἀραιὸν ἐπισπῷτο συνεχῶς τὴν ἐξ αὐτοῦ θερμότητα
11
διὰ τῆς κατὰ τὰς ῥῖνας εἰσπνοῆς. καὶ μὲν δὴ εἰ λίνα πλείονα,
12
καὶ μάλιστα ἀπὸ θαλασσίας πορφύρας, περιβαλὼν ἐχίδνης
13
τραχήλῳ πνίξειας αὐτοῖς τὴν ἔχιδναν, εἶτα περιάπτοις ἕκαστον
14
τῶν λίνων τῷ τραχήλῳ, θαυμαστῶς ὀνίνησι παρίσθμιά
15
τε καὶ ὅσα περὶ τράχηλον ἐκβλαστάνει. περὶ μὲν οὖν
16
τῶν τοιούτων κᾂν ἰδίᾳ ποτὲ διέλθοιμι. τῆς δὲ παιονίας
17
τὴν κρᾶσιν ἰστέον εἶναι λεπτομερῆ τε καὶ ξηραντικὴν, οὐ 11.861
1
μὴν ἐπιφανῶς γε θερμὴν, ἀλλ’ ἤτοι σύμμετρον ἢ βραχεῖ τινι
2
θερμοτέραν.