Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De simplicium medicamentorum facultatibus (De simpl. med. fac.)
urn:cts:greekLit:tlg0057.tlg075
Περὶ [κράσεως καὶ] δυνάμεως τῶν ἁπλῶν φαρμάκων
Facultés des médicaments simples
The Capacities [and Mixtures] of Simple Drugs (SMT)
editio(nes) critica(e):
translatio Latina: De simplicium medicamentorum temperamentis ac facultatibus, 1826, vol. 11-12, pp. 379-892 1-377. urn:cts:greekLit:tlg0057.tlg075.verbatim-lat1


5 Κεφ. κδʹ.Τὸν ἀέρα τοίνυν οὐκ ἔστιν ὅστις οὐκ
6 εἶπε λεπτομερῆ, τῷ καταθραύεσθαι δηλονότι ῥᾳδίως εἰς
7 λεπτὰ μόρια καὶ διὰ πυκνοτάτων σωμάτων ἑτοίμως διέρχεσθαι,
8  , εἴπερ ἐξ ἄλλου τινὸς ἐπιφέρουσιν αὐτῷ τὸ
9 λεπτομερὲς ὄνομα, διδασκόντων ἡμᾶς σαφῶς. οὐ γὰρ δὴ ἐξ
10 ὄγκων γε λεπτῶν, ὡς οἱ τῆς ἑτέρας αἱρέσεως εἴποιεν ἂν
11 ἡγεμόνες, ἐροῦμεν καὶ ἡμεῖς συγκεῖσθαι τὸν ἀέρα. συνεχὴς
12 γάρ ἐστιν καὶ εἷς ὅλος, οὐδαμόθι κενὸν ἐν ἑαυτῷ περιέχων
13 οὐδέν. ἐν δὲ τοιαύτῃ φύσει σώματος λεπτομέρεια,
14 τῷ τάχει τῆς εἰς μικρὰ διαιρέσεως ἐπινοεῖται μόνῳ. ἀλλ’
15 εἴπερ διὰ τοῦτο λεπτομερὴς ἀὴρ, οὐχ ἅπαν πῦρ ἔσται
16 λεπτομερές. ἔστι μὲν γὰρ δήπου καὶ χαλκὸς καὶ σίδηρος
17 καὶ λίθος καὶ ξύλον καὶ πᾶν ὅπερ ἀνθρακωθῇ πῦρ, οὐ
18 μὴν λεπτομερέστερον νῦν πρόσθεν. αἱ μέντοι φλόγες, 11.424
1 ἕτερόν τι γένος πυρὸς, ὄντως εἰσὶ λεπτομερεῖς. οὔτ’ οὖν
2 πᾶν πῦρ λεπτομερὲς οὔτε λεπτομερὲς ἅπαν πῦρ. ὅτε γὰρ
3 ἄνθραξ πῦρ μὲν, οὐ λεπτομερὲς δὲ, τε ἀήρ λεπτομερὴς
4 μὲν, οὐ πῦρ δὲ, τί ποτε ἐξ ἑτοίμου λαμβάνουσιν ὀλίγου
5 δεῖν ἅπαντες ἰατροί τε καὶ φιλόσοφοι τὰς προτάσεις πάσας,
6 τὴν τε τὸ πῦρ ἅπαν ἀποφαίνουσαν λεπτομερὲς τήν τε
7 τὸ λεπτομερὲς ἅπαν πυρῶδες; εἰ γὰρ ἐπιστήσειέ τις
8 ἀκριβῶς καὶ προσέχοι τοῖς πράγμασιν τὸν νοῦν, οὐκ ἂν
9 εἴποι τὸν ἄνθρακα λεπτομερέστερον ἀέρος. ἀναμνησθῶμεν
10 γὰρ ἐν κρύει σφοδρῷ καὶ βορείᾳ καταστάσει τὸ καθαρὸν
11 τοῦ περιέχοντος ἡμᾶς ἀέρος καὶ παραβάλλωμεν αὐτὸν, εἰ
12 βούλει, σιδήρῳ διαπύρῳ· γνωσόμεθα γὰρ ἐκ τῶν τοιούτων
13 παραδειγμάτων, ὡς ἔστι τι καὶ ψυχρὸν ἀκριβῶς λεπτομερὲς
14 καὶ θερμὸν παχυμερές.