14
μδʹ.Περὶ κανθαρίδων.Κανθαρίδων γε μὴν ἱκανὴν
15
πεῖραν ἔχομεν ἐπὶ τῶν ψωρωδῶν ὀνύχων, οἷς ἐπιτιθέμεναι
16
μετὰ τῶν ἐπιτηδείων κηρωτῶν ἢ ἐμπλαστῶν φαρμάκων ἐξάγουσιν
17
αὐτοὺς, ὡς ἐκπίπτειν ὅλους. ἐμίξαμεν δὲ καὶ ταῖς
18
πρὸς ψώρας καὶ λέπρας ἁρμοζούσαις δυνάμεσι καί τισι τῶν 12.364
1
σηπτῶν, ἐνίοτε δὲ καὶ τῶν τοὺς καλουμένους ἥλους ἐκβαλλόντων.
2
εἷς δέ τις τῶν ἡμετέρων διδασκάλων ἐνέβαλλεν αὐτῶν
3
ὀλίγον εἰς οὐρητικὸν φάρμακον. ἔνιοι δὲ μόνα τὰ πτερὰ
4
καὶ τοὺς πόδας ἐμβάλλουσιν, ἃ δὴ καὶ ἀλεξητήριά
5
φασιν εἶναι τοῖς τὰ τώματα πιοῦσιν αὐτῶν. ἔνιοι δὲ ἔμπαλιν,
6
ἡμεῖς δὲ ὅλας ἐμβάλλομεν. ἐπιτηδειότεραι δ’ εἰσὶ πρὸς
7
ἅπερ ἔφην λέγων πεπειράσθαι τῶν κανθαρίδων ἐκ τῶν πυρῶν
8
ὅσαι μηλίνας ἐγκαρσίας ζώνας ἔχουσιν ἐν τοῖς πτεροῖς,
9
καὶ μᾶλλον, ἐὰν ἐμβαλὼν αὐτὰς εἰς ἀγγεῖον καινὸν κεράμιον,
10
εἶτα περιτιθεὶς τῷ στόματι τοῦ ἀγγείου τῶν ἀραιῶν
11
ὀθονίων τι κρατῇς οὕτω τὸ ἀγγεῖον, ὡς ἐστράφθαι τὴν
12
ὀθόνην κάτω, δεχομένην τὸν ἀναφερόμενον ἀτμὸν τοῦ ὄξους
13
ἄχρις ἂν ἀποθάνωσιν αἱ κανθαρίδες.