3
λαʹ.Περὶ κληματίδος.Κληματίδος τὰ φύλλα δριμείας
4
τε καὶ καυστικῆς ἐστι δυνάμεως, ὥστε καὶ λέπρας ἀποδέρειν.
5
εἴη ἂν οὖν ἐκ τῆς τετάρτης τάξεως τῶν θερμαινόντων ἀρχομένης.
6
ὀνομάζεται δὲ κληματὶς καὶ τὸ δαφνοειδὲς, ὅπερ
7
ἔνιοι μυρσινοειδὲς, ἔνιοι δὲ πολυγονοεδὲς καλοῦσιν. ἀλλ’ οὐκ
8
ἔστιν ἑλκωτικὸν οὐδὲ δριμὺ, καθάπερ τὸ προειρημένον, ἀλλὰ
9
διαῤῥοίας καὶ δυσεντερίας ὠφελεῖ μετ’ οἴνου πινόμενον. ὀδόντων
10
τε ἀλγήματα διαμασώμενον πραΰνει, καὶ τὰς τῶν ὑστερῶν
11
ὀδύνας ἐν πεσσῷ προστιθέμενον ὠφελεῖ, τοσοῦτον ἀποδεῖ
12
τοῦ καίειν, ἢ ἑλκοῦν, ὡς τὸ πρότερον. ἀλλ’ ὅ γε θαυμασιώτατος
13
Πάμφιλος, ὥσπερ τὰ ἄλλα πάντα ληρεῖ, περὶ ὧν
14
οὐκ οἶδε γράφων, οὕτω καὶ ταῦτα ἄμφω συνέχεεν ἐς ταὐτόν.
15
Διοσκουρίδης δ’ ἀμφοῖν ἐν τῷ τετάρτῳ μέμνηται, τοῦ
16
μὲν ἁπλῶς ὀνομαζομένου κληματοειδοῦς ἐπὶ τῇ τελευτῇ τοῦ
17
βιβλίου, θατέρου δὲ κατὰ τὴν ἀρχήν. ὅθεν οὐδ’ ἐμὲ χρὴ 12.32
1
γράφειν ἔτι τὰς ἰδέας ἀμφοῖν, ὥσπερ οὐδ’ ἐπὶ τῶν ἄλλων
2
ἐποίησα.